καὶ τοίων τεκέων δῶκε φάος βιότῳ,υἱέας ἠδὲ θύγατρας ὁμόζυγας ἀζυγέας τε·εὔπαις καὶ πολύπαις ἥδε μόνη μερόπων.τρεῖς μὲν τῆσδʼ ἱερῆες ἀγακλέες, ἡ δʼ ἱερῆοςσύζυγος· οἱ δὲ πέλας ὡς στρατὸς εὐαγέων.θάμβος ἔχεν μʼ ὁρόωντα τόσον γόνον Ἐμμελίοιοκαὶ τοῖον, μεγάλης νηδύος ὄλβον ὅλονὡς δʼ αὐτὴν φρασάμην Χριστοῦ κτέαρ, εὐσεβὲς αἷμα,Ἐμμέλιον, τόδʼ ἔφην οὐ μέγα· ῥίζα τόση.τοῦτό σοι εὐσεβίης ἱερὸν γέρας, ὦ παναρίστη,τιμὴ σῶν τεκέων, οἷς πόθον εἶχες ἕνα.παρθένον αἰγλήεσσαν ἔχω κόνις, εἲ τινʼ ἀκούειςΜακρίναν, Ἐμμελίου πρωτότοκον μεγάλης·ἣ πάντων ἀνδρῶν λάθεν ὄμματα· νῦν δʼ ἐνὶ πάντωνγλώσσῃ καὶ πάντων φέρτερον εὖχος ἔχει.καὶ σὺ Θεοσσέβιον, κλεινῆς τέκος Ἐμμελίοιο,Γρηγορίου μεγάλου σύζυγε ἀτρεκέως,ἐνθάδε τὴν ἱερὴν ὑπέδυς χθόνα, ἔμμα γυναικῶνεὐσεβέων βιότου δʼ ὥριος ἐξελύθης.Γρηγόριον μήτρως, ἱερεὺς μέγας, ἐνθάδʼ ἔθηκεΓρηγόριος, καθαροῖς Μάρτυσι παρθέμενος,ἠίθεον, θαλέθοντα, νεόχνοον αἱ δὲ πάροιθεντῆς γηροτροφίης ἐλπίδες ἥδε κόνις.εἰ φίλον ὀρχησταῖς ἀθλήματα, καὶ φίλον ἔστωθρύψις ἀεθλοφόροις· ταῦτα γάρ ἀντίθετα.εἰ δʼ οὐκ ὀρχησταῖς ἀθλήματα, οὐδὲ ἀθληταῖςἡ θρύψις, πῶς σὺ Μάρτυσι δῶρα φέρειςἄργυρον, οἶνον, βρῶσιν, ἐρεύγματα; ἦ ῥα δίκαιοςὃς πληροῖ θυλάκους, ἂν ἀδικώτατος ᾖ;Μάρτυρες, εἴπατε ἄμμιν ἀληθῶς, εἰ φίλον ὑμῖναἱ σύνοδοι; τί μὲν οὖν ἥδιον; ἀντί τίνος;τῆς ἀρετῆς· πολλοὶ γὰρ ἀμείνους ὧδε γένοιντʼ ἄν,εἰ τιμῷτʼ ἀρετή. τοῦτο μὲν εὖ λέγετε.ἡ δὲ μέθη, τό τε γαστρὸς ὑπάρχειν τοὺς θεραπευτὰςἄλλοις· ἀθλοφόρων ἔκλυσις ἀλλοτρία.μὴ ψεύδεσθʼ ὅτι γαστρὸς ἐπαινέται εἰσὶν ἀθληταί·λαιμῶν οἵδε νόμοι, ὦ ʼγαθοί, ὑμετέρων·μάρτυσι δʼ εἰς τιμὴν ἓν ἐπίσταμαι· ὕβριν ἐλαύνεινψυχῆς καὶ δαπανᾶν δάκρυσι τὴν πιμελήν.Μαρτύρομʼ, ἀθλοφόροι καὶ μάρτυρες· ὕβριν ἔθηκαν