σὴν κόνιν ἀμφιέπει σὸς κάσις, Ἑλλάδιε.τὸν νεαρόν, Χριστῷ δὲ μέγαν, πολιόν τε νόημα,χῶρος ὅδʼ ἀθλοφόρων Ἑλλάδιον κατέχω·οὐ νέμεσις· κείνοις γὰρ ὁμοίιον ἄλγος ἀνέτλη,σβεννὺς ἀντιπάλου τοῦ φθονεροῖο μόθον.μικρὸν μὲν πνείεσκες ἐπὶ χθονὶ σαρκὸς ἀνάγκῃ,πλείονα δὲ ζωῆς ὑψόθι μοῖραν ἔχεις,Ἑλλάδιε, Χριστοῖο μέγα κλέος· εἰ δὲ τάχισταδεσμῶν ἐξελύθης τοῦτο γέρας καμάτων.καὶ σὺ Γεωργίοιο φίλον δέμας, ἐνθάδε κεῖσαι,ὃς πολλὰς Χριστῷ πέμψας ἁγνὰς θυσίας·σὺν δὲ κασιγνήτη σῶμα, φρένας, ἡ Βασίλισσαξυνὸν ἔχει μεγάλη καὶ τάφον ὡς βίοτον.χώρης τῆσδʼ ἱερῆς Εὐπράξιον ἀρχιερῆαἥδʼ Ἀριανζαίη χθὼν μεγάλη κατέχω,Γρηγορίοιο φίλον καὶ ἥλικα, καὶ συνοδίτηντοὔνεκα καὶ τύμβου γείτονος ἠντίασεν.Ἰχθυβόλον ποτʼ ἔλυε λίνον βυθίης ἀπὸ πέτρηςΝαυκράτιος, δίναις ἐν ποταμοῦ βρυχίαις·καὶ τὸ μὲν οὐκ ἀνέλυσεν ὁ δʼ ἔσχετο· πῶς ἁλιῆαεἴρυσεν ἀνθʼ ἁλίης δίκτυον, εἰπέ, Λόγε,Ναυκράτιον, καθαροῖο βίου νόμον, ὥσπερ ἐίσκω,καὶ χάριν ἐλθέμεναι καὶ μόρον ἐξ ὑδάτων.Ναυκράτιος στροφάλιγγι θάνε φθονεροῦ ποταμοῖο,δεσμοῖσιν βυθίης ἄρκυος ἐνσχόμενος·ὥς κε μάθῃς σύ, θνητέ, τὰ παίγνια τοῦδε βίοιο,ἔνθεν ἀνηέρθη πῶλος ὅδʼ ἄκρα θέων.Ναυκράτιος πλεκτοῖο λίνου δεσμοῖσιν ἐλυσθείς,δεσμῶν τοῦδε βίου ἐξ ἁλίης ἐλύθη.αἵματος εὐγενέος γενόμην, βασιλῆος ἐν αὐλαῖςἔστην, ὀφρὺν ἄειρα κενόφρονα. πάντα κεδάσσας,Χριστὸς ἐπεί με κάλεσσε, βίου πολλαῖσιν ἀταμποῖςἴχνος ἔρεισα πόθοιο τινάγμασιν, ἄχρις ἀνεῦροντὴν σταθερὴν· Χριστῷ τῆξα δέμας ἄλγεσι πολλοῖς·καὶ νῦν κοῦφος ἄνω Μαξέντιος ἔνθεν ἀνέπτην.Πάλλετʼ ἐμοὶ κραδίη, Μαξέντιε, σεῖο γράφουσαοὔνομα, ὃς στυφελὴν ἦλθες ὁδὸν βιότου,ἄμβροτον, αἰπήεσσαν, ἀτερπέα· σεῖο, φέριστε,ἄτρομος οὐδὲ τάφῳ χριστιανὸς πελάει.Ἐμμέλιον τέθνηκε· τίς ἔφρασεν; ἥ γε τοσούτων