ἔνθεν ἀνηέρθης· τίς τάδʼ ἔνευσε δίκη;Χριστὸς ἄναξ, Νικόμηδες, ὅπως σέο λαὸν ἄνωθενἰθύνοις τεκέων σὺν ἱερῇ δυάδι.πῆ με λιπὼν πολύμοχθον ἐπὶ χθονί, φίλταθʼ ἑταίρων,ἤλυθες ἁρπαλέως, κύδιμε Καρτέριε;πῆ ποτʼ ἔβης νεότητος ἐμῆς οἰήια νωμῶν,ἦμος ἐπʼ ἀλλοδαπῆς μῦθον ἐμετρεόμην,ὃς βιότῳ μʼ ἔζησας ἀσαρκέι; ἦ ῥʼ ἐτεόν σοιΧριστὸς ἄναξ πάντων φίλτερος, ὅν νυν ἔχεις.Ἀστεροπὴ Χριστοῖο μεγακλέος, ἕρκος ἄριστονἠιθέων, ζωῆς ἡνίοχʼ ἡμετέρης,μνώεο Γρηγορίοιο, τὸν ἔπλασας ἤθεσι κεδνοῖς,ἦν ὅτε ἦν, ἀρετῆς κοίρανε Καρτέριε.ὦ πηγαὶ δακρύων, ὦ γούνατα, ὦ θυέεσινἁγνοτάτοις παλάμαι Χριστὸν ἀρεσσάμεναιΚαρτερίου· πῶς λῆξεν ὁμῶς πάντεσσι βροτοῖσιν;ἤθελεν ὑμνοπόλον κεῖθι χοροστασίη.ἥρπασας, ὦ Νικόμηδες, ἐμὸν κέαρ· ἥρπασας ὦκαΚαρτέριον, τῆς σῆς σύζυγον εὐσεβίης.ὦ Ξώλων ζαθέων ἱερὸν πέδον, οἷον ἔρεισμασταυροφόρων κόλποις Καρτέριον κατέχεις.Βάσσε φίλος, Χριστῷ μεμελημένος ἔξοχον ἄλλων,τῆλε τεῆς πάτρης ληΐστορι χειρὶ δαμάσθης,οὐδέ σε τύμβος ἔχει πατρώϊος· ἀλλὰ καὶ ἔμπηςπᾶσιν Καππαδόκεσσι μέγʼ οὔνομα σεῖο λέλειπται,καὶ στῆλαι παγίων μέγʼ ἀμείνονες, αἷς ἐνιγράφθης.Γρηγορίου τόδε σοι μνημήιον, ὃν φιλέεσκες.ὡς Ἀβραὰμ κόλποισι τεθεὶς ὑποδέχνυσο, Βάσσε,σὸν τέκος Ἀβραὰμ πνεύματι Καρτέριον·αὐτὰρ ἐγών, εἰ καί σε τάφος σὺν πατρὶ καλύπτοι,οὔποτʼ ἀφʼ ὑμετέρης στήσομʼ ὁμοζυγίης.ἠίθεον μεγάλοιο μέγαν κοσμήτορα λαοῦχθὼν ἱερὴ κεύθω Φιλτατίοιο δέμας.Εὐσέβιον, Βασίλισσα, μεγακλέες, ἐνθάδε κεῖνται,Ξώλων ἠγαθέων θρέμματα χριστοφόρα,καὶ Νόννης ζαθέης ἱερὸν δέμας. ὅστις ἀμείβειςτούσδε τάφους, ψυχῶν μνώεο τῶν μεγάλων.αἰεί σοι νόος ἦεν ἐς οὐρανὸν, οὐδʼ ἐπὶ γαίηςἤρειδες χθαμαλῆς ἴχνιον οὐδʼ ὀλίγοντοὔνεκεν ὡς τάχος ἦλθες ἀπὸ χθονός· Εὐλάλιος δὲ