Ἀμφίλοχος, λιπαροῦ γήραος ἀντιάσας,ὄλβιος, εὐγενέτης, μύθων κράτος, ἄλκαρ ἁπάντων,πηῶν, εὐσεβέων, εὐγενέων, λογίων,καὶ μύθοιο δοτὴρ περιώσιος. ἠνίδʼ ἑταίρωνσῶν ἑνός, ὦ φιλότης, γράμμʼ ἐπιτυμβίδιον.ὦ μάκαρ, ὦ ξυνὸν πενίης ἄκος, ὦ πτερόεντεςμῦθοι, καὶ πηγὴ πᾶσιν ἀρυομένη,ἄσθματι πάντα λίπες πυμάτῳ· τὸ δʼ ἅμʼ ἕσπετο μοῦνονἔνθεν ἀειρομένῳ κῦδος ἀεὶ θαλέθον.Γρηγόριος τάδʼ ἔγραψα, λόγῳ λόγον ὃν παρὰ σεῖοἈμφίλοχʼ, ἐξεδάην ἀντιχαριζόμενος.Ἀμφίλοχος τέθνηκεν ἀπώλετο εἴ τι λέλειπτοκαλὸν ἐν ἀνθρώποις, ῥητορικῆς τε μένος,καὶ Χάριτες Μούσαισι μεμιγμέναι· ἔξοχα δʼ αὖ σεἡ Διοκαισαρέων μύρατο πάτρα φίλη.τυτθὸν μὲν πτολίεθρον, ἀτάρ πολὺν ἀνέρα δῶκαβήμασιν ἰθυδίκοις ἡ Διοκαισαρέων,Ἀμφίλοχον φθιμένῳ δὲ συνέφθιτο καὶ πυρόεσσαῥήτρη, καὶ πάτρης εὖχος ἀριστοτόκου.τὸν ῥήτρην πυρόεσσαν ἐπʼ ἀντιπάλοισι φέροντα,τὸν μέλιτος γλυκίω ἤθεα καὶ πραπίδαςἈμφίλοχον κατέχω τυτθὴ κόνις, ἔκτοθι πάτρης,υἱέα Φιλτατίου Γοργονίας τε μέγαν.ῥητῆρες, φθέγγοισθε· μεμυκότα χείλεα σιγῇἈμφιλόχου μεγάλου τύμβος ὅδʼ ἀμφὶς ἔχω.ἠρίον Ἀμφιλόχοιο μελίφρονος, ὅς ποτε ῥήτρῃπάντας Καππαδόκας καίνυτο καὶ πραπίσιν.οἴχεαι, ὦ Νικόμηδες, ἐμὸν κλέος ἡ δὲ συνωρὶςσῶν καθαρὴ τεκέων πῶς βίον ἐξανύσει;τίς δὲ τέλος νηῷ περικάλλεϊ χεὶρ ἐπιθήσει;τίς δὲ Θεῷ πέμψει φρὴν τελέην θυσίην,σεῖο, μάκαρ, μιχθέντος ἐπουρανίοισι τάχιστα;ὦ γενεὴ τλήμων, οἷα πάθες, μερόπων,Δέρκεο καὶ τύμβον Νικομήδεος, εἲ τινʼ ἀκούεις,ὃς νηὸν Χριστῷ δειμάμενος μεγάλῳ,αὑτὸν μὲν πρώτιστον, ἔπειτα δὲ τὴν περίβωτονδῶκεν ἁγνὴν θυσίην παρθενίην τεκέων,φέρτερον οὐδὲν ἔχων, ἱερεύς, γενέτης τε φέριστος.τοὔνεκα καὶ μεγάλῃ ὦκα μίγη Τριάδι,ὕστατος ἐς βίον ἦλθες ἀοίδιμον, ἀλλὰ τάχιστα