στράπτων ἀγλαΐῃ τε καὶ ἤθεσιν ἦλθʼ ὑπὸ γαῖαν.αἰαῖ· τῶν ἀγαθῶν ὡς μόρος ὠκύτερος.Χρυσείης γενεῆς Εὐφήμιος ἦν ἔτι τυτθὸνλείψανον, εὐγενέτης ἤθεα καὶ πραπίδας,μείλιχος, ἡδυεπής, εἶδος Χαρίτεσσιν ὁμοῖος·τοὔνεκα καὶ θνητοῖς οὐκ ἐπὶ δὴν ἐμίγη.Στράψε μέγʼ ἀνθρώποις Εὐφήμιος, ἀλλʼ ἐπὶ τυτθὸνκαὶ γὰρ καὶ στεροπῆς οὐ μακρόν ἐστι σέλας·στράψεν ὁμοῦ σοφίῃ τε καὶ εἴδεϊ καὶ πραπίδεσσιν·τὰ πρὶν Καππαδόκαις ἦν κλέα, νῦν δὲ γόος.τίς; τίνος; — “ Ἀμφιλόχου Εὐφήμιος ἐνθάδε κεῖται,οὗτος ὁ Καππαδόκαις πᾶσι διὰ στόματος·οὗτος ὃν αἱ Χάριτες Μούσαις δόσαν οἱ δʼ ὑμέναιοιἀμφὶ θύρας· ἦλθεν δʼ ὁ Φθόνος ὠκύτερος.”ἔρνος ἀμώμητον, Μουσῶν τέκος, εἶαρ ἑταίρων,καὶ χρύσεον Χαρίτων πλέγμα ἰοστεφέων,ᾤχετο ἐκ μερόπων Εὐφήμιος· οὑδʼ ἔτʼ ἀνίσχεν,αἰαῖ, σοῖς θαλάμοις πυρσὸς ὃν ἧψεν Ἔρως.αἱ Χάριτες Μούσαισι· “τί ῥέξομεν; οὐκέτʼ ἄγαλμαχειρῶν ἡμετέρων Εὐφήμιος ἐν μερόπεσσιν.”χαἰ Μοῦσαι Χαρίτεσσιν “ ἐπεὶ Φθόνος ἐστὶν ἀλιτρός,τόσσον ἔχοι· ἡμῖν δὲ τόδʼ ὅρκιον ἔμπεδον ἔστω,μηκέτʼ ἀναστῆσαι τοῖον μερόπεσσιν ἄγαλμα.”κρῆναι καὶ ποταμοὶ καὶ ἄλσεα, καὶ λαλαγεῦντεςὄρνιθες λιγυροὶ καλὸν ἐπʼ ἀκρεμόνων,αὖραί τε μαλακὸν συρίγμασι κῶμα φέρουσαι,καὶ κῆποι Χαρίτων εἰς ἓν ἀγειρομένων,κλαύσατε. ὦ χαρίεσσ’ Εὐφημιάς· ὥς σε θανών περΕὐφήμιος κλεινὴν θήκατʼ ἐπωνυμίην.κάλλιμος ἠιθέων Εὐφήμιος, εἴποτʼ ἔην γε·κάλλιμος ἐν χώροις χῶρος ὅδʼ ἠλύσιος·τοὔνεκεν εἰς ἓν ἄγερθεν ἐπεὶ ζωὴν μὲν ἔλειψεν,οὔνομα δʼ ἐν χώρῳ κάλλιπεν ἠγαθέῳ.ἤλυθε κʼ Ἀμφιλόχοιο φίλον δέμας ἐς μέγα σῆμα,ψυχὴ δʼ ἐς μακάρων ᾤχετʼ ἀποπταμένη.πηοῖς πάντα πέπασσο, μακάρτατε· βίβλον ἔῳξαςπᾶσαν ὅση θνητῶν, κεἴ τις ἐπουρανίη.γηραλέος φιλίην ὑπέδυς χθόνα· τέκνα λέλοιπαςκρείσσονα καὶ τοκέων τὸ πλέον οὐ μερόπων.ἄσμενος ᾗ τε δάμαρτι καὶ υἱέι πάρθετο σῶμα