παντοίαις ἀρετῇσι κεκασμένον, ἀλλὰ κόνιν περἁζόμενοι στήλην καὶ τάφον ἀμφιέπειν.οὔποτʼ ἐγὼ φθιμένοισιν ἐπέχραον, οὐδʼ ἀπὸ τύμβωνἔργον ἔγειρα, Δίκην ὄμνυμι καὶ φθιμένους·τοὔνεκα μηδʼ ἐπʼ ἐμοῖσι φέρειν λάεσσι σίδηρονεἰ δὲ φέροις, τὴν σὴν ἐς κεφαλὴν πεσέτω.Μαρτινιανὸς ἐγὼ τάδε λίσσομαι· εἴ τις ἐμεῖοκύδεός ἐστι χάρις, τύμβος ἀεὶ μενέτω.εἷς δόμος, ἀλλʼ ὑπένερθε τάφος, καθύπερθε δὲ σηκός·τύμβος δειμαμένοις, σηκὸς ἀεθλοφόροις·καὶ ῥʼ οἱ μὲν γλυκερὴν ἤδη κόνιν ἀμφεβάλοντοὡς σὺ μάκαιρα δάμαρ Ἀμφιλόχου, Λιβίη,κάλλιμὲ θʼ υἱήων, Εὐφήμιε· τούσδʼ ὑπόδεχθε,μάρτυρες ἀτρεκίης, τοὺς ἔτι λειπομένους.ὤφελες, ὦ Λιβία, ζώειν τεκέεσσι φίλοισινὤφελες ἄχρι πύλης γήραος ἐμπελάσαι·νῦν δέ σε μοῖρʼ ἐδάμασσεν ἀώριον, εἰσέτι καλήν,εἰσέτι κουριδίοις ἄνθεσι λαμπομένην.αἰαῖ· Ἀμφίλοχος δὲ τεὸς πόσις ἀντὶ δάμαρτοςἐσθλῆς καὶ πινυτῆς τλήμονα τύμβον ἔχει.αἰαῖ· καὶ Λιβίαν κατέχει κόνις. οὔποτʼ ἔγωγεὠισάμην θνητὴν ἔμμεναι, εἰσορόωνεἶδος, μειλιχίην τε σαοφροσύνην τε γυναικός,τοῖς φῦλον πασέων καίνυτο θηλυτέρωντοὔνεκα καὶ τοίῳ σε τάφῳ κύδηνε θανοῦσανσῶν τε τριὰς τεκέων καὶ πόσις Ἀμφίλοχος.ἦν δυὰς ἦν ἱερή, ψυχὴ μία, σώματα δισσά,πάντα κασιγνήτω, αἷμα, κλέος, σοφίην,υἱέες Ἀμφιλόχου, Εὐφήμιος Ἀμφίλοχός τε,πᾶσιν Καππαδόκαις ἀστέρες ἐκφανέες.δεινὸν δʼ ἀμφοτέρους Φθόνος ἔδρακε· τὸν μὲν ἄμερσεζωῆς, τὸν δʼ ἔλιπεν ἥμισυν Ἀμφίλοχον.ῥήτωρ ἐν ῥητῆρσιν, ἀοιδοπόλος δʼ ἐν ἀοιδοῖς,κῦδος ἑῆς πάτρης, κῦδος ἑῶν τοκέων,ἄρτι γενειάσκων Εὐφήμιος, ἄρτι δʼ ἔρωταςἐς θαλάμους καλέων, ὤλετο· φεῦ παθέωνἀντὶ δὲ παρθενικῆς τύμβον λάχεν, ἠδʼ ὑμεναίωνἤματα νυμφιδίων ἦμαρ ἐπῆλθε γόων.Εἰκοσέτης πᾶσαν Εὐφήμιος, ὡς μίαν οὔτις,Ἑλλάδα κʼ Αὐσονίην μοῦσαν ἐφιπτάμενος,