εἰδότες ἡμερίων καὶ φθιμένων ὁσίηνπάντα λιπών, βασιλῆα, πάτρην, γένος, εὖχος ὑπάρχων,αἰαῖ, πᾶσιν ὁμῶς νῦν κόνις εἴμʼ ὀλίγη,Μαρτινιανὸς πᾶσι τετιμένος· ἀλλʼ ἐπὶ τύμβῳβάλλειν ἡμετέρῳ δάκρυα, μὴ παλάμας.μουσοπόλον, ῥητῆρα, δικασπόλον, ἄκρον ἅπαντα,τύμβος ὅδʼ εὐγενέτην Μαρτινιανὸν ἔχω,ναυμάχον ἐν πελάγεσσιν, ἀρήιον ἐν πεδίοισινἀλλʼ ἀποτῆλε τάφου, πρίν τι κακὸν παθέειν.μὴ πόλεμον φθιμένοισιν — ἅλις ζώοντες, ἀλιτροὶ —μὴ πόλεμον φθιμένοις Μαρτινιανὸς ἐγὼταῦτα πάσιν ζῴοις ἐπιτέλλομαι. οὐ θέμις ἐστὶντῶν ὀλίγων φθονέειν τοῖς φθιμένοισι λίθων.Θέμι, τῆς πολλοῖσιν ἐγὼ νώμησα τάλανταὦ φοβεραὶ ψυχῶν μάστιγες οὐχ ὁσίωνοὗτος ἐμοῖσι λίθοισι φέρει στονόεντα σίδηρονοὗτος ἐμοί. φεῦ, φεῦ· ποῦ δὲ λίθος Σισύφου ;ὄλβιος, εὐγήρως, ἄνοσος θάνον, ἐν βασιλῆοςπρῶτα φέρων, ἱερῆς ἄκρον ἔχων σοφίης·εἴ τινα Μαρτινιανὸν ἀκούετε· ἀλλʼ ἀπὸ τύμβου,μηδὲ φέρειν ἐπʼ ἐμοὶ δυσμενέας παλάμας.χάζεο, χάζεο τῆλε· κακὸν τὸν ἄεθλον ἐγείρεις,λᾶας ἀνοχλίζων καὶ τάφον ἡμέτερον·χάζεο· Μαρτινιανὸς ἐγώ, καὶ ζῶσιν ὄνειαρκαὶ νέκυς οὐκ ὀλίγον ἐνθάδε κάρτος ἔχω.Καππαδοκῶν μέγʼἄεισμα, φαάντατε Μαρτινιανέ,σεῖο, βροτῶν γενεή, καὶ τάφον αἰδόμεθα·ὃς ποτʼ ἔης βασιλῆος ἐν ἕρκεσι κάρτος ὑπάρχων,δουρὶ δὲ Σικανίην κτήσαο καὶ Λιβύην.Ὄμνυμεν ἀθανάτοιο Θεοῦ κράτος ὑψιμέδοντος,καὶ ψυχὰς νεκύων, κύδιμε, σήν τε κόνιν,μήποτε, Μαρτινιανέ, τεοῖς ἐπὶ χεῖρας ἐνέγκαιστήλῃ καὶ τύμβῳ· οὐδὲ γὰρ οὐδʼ ἱεροῖς.Ῥώμη καὶ βασιλῆες ἐμοὶ καὶ πείρατα γαίηςστῆλαι Μαρτινιανῷ, τὰς χρόνος οὐ δαμάσει·ἀλλʼ ἔμπης ὀλίγῳ περιδείδια, μή τι πάθῃσι,τῷδε τάφῳ πολλῶν οὐχ ὁσίαι παλάμαι.Μαρτινιανοῦ σῆμα μεγακλέος, εἲ τινʼ ἀκούειςΚαππαδοκῶν Ῥώμης πρόθρονον εὐγενέων,