ἐνθάδε τύμβος ἔχει θεοειδέας ἀνέρας ἐσθλούς,θεῖον Ἰωάννην, τὸν πάνυ Θευδόσιον,ὧν ἀρετὴ πολύολβος ἐς οὐρανοῦ ἄντυγας ἦλθε,καὶ φωτὸς μετόχους δεῖξεν ἀκηρασίου,σῶμα δίχα ψυχῆς ζώειν πάρος ἢ ἐμὲ σεῖο,Βασίλιε, Χριστοῦ λάτρι, φίλʼ, ὠιόμηνἀλλʼ ἔτλην καὶ ἔμεινα. τί μέλλομεν; οὒ μʼ ἀναείραςθήσεις ἐς μακάρων σήν τε χοροστασίην;μή με λίπῃς, μή, τύμβον ἐπόμνυμι· οὔ ποτε σεῖολήσομαι, οὐδὲ θέλων. Γρηγορίοιο λόγος.ἡνίκα Βασιλίοιο θεόφρονος ἥρπασε πνεῦμαἡ Τριὰς ἀσπασίως ἔνθεν ἐπειγομένου,πᾶσα μὲν οὐρανίη στρατιὴ γήθησεν ἰόντι,πᾶσα δὲ Καππαδοκῶν ἐστονάχησε πόλιςοὐκ οἶον κόσμος δὲ μέγʼ ἴαχεν “ὤλετο κῆρυξ,ὤλετο εἰρήνης δεσμὸς ἀριπρεπέος ”κόσμος ὅλος μύθοισιν ὑπʼ ἀντιπάλοισιν ἀεικῶςσείεται, ὁ Τριάδος κλῆρος ὁμοσθενέος·αἰαῖ· Βασιλίου δὲ μεμυκότα χείλεα σιγᾷ.ἔγρεο· καὶ στήτω σοῖσι λόγοισι σάλοςσαῖς τε θυηπολίῃσι· σὺ γὰρ μόνος ἶσον ἔφηναςκαὶ βίοτον ἔφηνας καὶ βιότητι λόγον.εἷς θεὸς ὑψιμέδων ἕνα δʼ ἄξιον ἀρχιερῆαἡμετέρη γενεὴ εἶδέ σε, Βασίλιε,ἄγγελον ἀτρεκίης ἐριηχέα, ὄμμα φαεινὸνΧριστιανοῖς, ψυχῆς κάλλεσι λαμπόμενον,Πόντου Καππαδοκῶν τε μέγα κλέος εἰσέτι καὶ νῦν,λίσσομʼ, ὑπὲρ κόσμου ἵστασο δῶρʼ ἀνάγων.ἐνθάδε Βασιλίοιο Βασίλιον ἀρχιερῆαθέντο με Καισαρέες, Γρηγορίοιο φίλον,ὃν περὶ κῆρι φίλησα· θεὸς δέ οἱ ὄλβια δοίηἄλλα τε, καὶ ζωῆς ὡς τάχος ἀντιάσαιἡμετέρης· τί δʼ ὄνειαρ ἐπὶ χθονὶ δηθύνοντατήκεσθʼ, οὐρανίης μνωόμενον φιλίης;τυτθὸν ἔτι πνείεσκες ἐπὶ χθονί, πάντα δὲ Χριστῷδῶκας ἄγων, ψυχήν, σῶμα, λόγον, παλάμας,Βασίλιε, Χριστοῖο μέγα κλέος, ἕρμʼ ἱερήων,ἕρμα πολυσχίστου νῦν πλέον ἀτρεκίης.ὦ μύθοι, ὦ ξυνὸς φιλίης δόμος, ὦ φίλʼ Ἀθῆναι,ὦ θείου βιότου τηλόθε συνθεσίαι,