εἰ καὶ σέ, Ξενοφῶν, Κραναοῦ Κέκροπός τε πολῖταιφεύγειν κατέγνων τοῦ φίλου χάριν Κύρου,ἀλλὰ Κόρινθος ἔδεκτο φιλόξενος, ᾗ σὺ φιληδῶνοὕτως ἀρέσκῃ κεῖθι καὶ μένειν ἔγνως.δάκρυα μὲν Ἑκάβῃ τε καὶ Ἰλιάδεσσι γυναιξὶΜοῖραι ἐπέκλωσαν δή ποτε γεινομέναις·σοὶ δέ, Δίων, ῥέξαντι καλῶν ἐπινίκον ἔργωνδαίμονες εὐρείας ἐλπίδας ἐξέχεαν·κεῖσαι δʼ εὐρυχόρῳ ἐν πατρίδι τίμιος ἀστοῖς,ὦ ἐμὸν ἐκμήνας θυμὸν ἔρωτι Δίων.νῦν ὅτε μηδέν, Ἄλεξις, ὅσον μόνον εἶφʼ, ὅτι καλός,ὦπται, καὶ πάντῃ πᾶσι περιβλέπεται.θυμέ, τί μηνύεις κυσὶν ὀστέον, εἶτʼ ἀνιήσειὕστερον; οὐχ οὕτω Φαῖδρον ἀπωλέσαμεν;ἀλλʼ εἰ μὴ Σπεύσιππον ἐμάνθανον ὧδε θανεῖσθαι,οὐκ ἂν ἔπεισὲ μέ τις τόδε λέξαι,ὡς ἦν οὐχὶ Πλάτωνι πρὸς αἵματος· οὐ γὰρ ἀθυμῶνκάτθανεν ἂν διά τι σφόδρα μικρόν.χαλκῇ προσκόψας λεκάνῃ ποτέ, καὶ τὸ μέτωπον“ πλήξας, ἴαχεν ὤ σύντονον, εἶτʼ ἔθανεν,ὁ πάντα πάντη Ξενοκράτης ἀνὴρ γεγώς.”μνήματι τῷδε Κράτητα θεουδέα καὶ Πολέμωναἔννεπε κρύπτεσθαι, ξεῖνε, παρερχόμενος,ἄνδρας ὁμοφροσύνῃ μεγαλήτορας, ὧν ἀπὸ μῦθοςἱερὸς ἤισσεν δαιμονίου στόματος,καὶ βίοτος καθαρὸς σοφίας ἐπὶ θεῖον ἐκόσμειαἰῶνʼ ἀστρέπτοις δόγμασι πειθόμενος.Ἀρκεσίλαε, τί μοι τί τοσοῦτον ἄκρητον ἀφειδῶςἔσπασας, ἔσπασας φρενῶν ἐκτὸς ὄλισθες ἑῶν;οἰκτείρω σ’ οὐ τόσσον ἐπεὶ θάνες, ἀλλʼ ὅτι Μούσαςὕβρισας, οὐ μετρίῃ χρησάμενος κύλικι.καί σέο, Λακύδη, φάτιν ἔκλυον, ὡς ἄρα καί σεΒάκχος ἑλὼν ἀίδην ποσσὶν ἔσυρεν ἄκροις.ἦ σαφὲς ἦν Διόνυσος ὅτʼ ἀν πολὺς ἐς δέμας ἔλθῃ,λῦσε μέλη· διὸ δὴ μήτι Λυαῖος ἔφυ;χαίρετε καὶ μέμνησθε τὰ δόγματα· τοῦτʼ Ἐπίκουροςὕστατον εἶπε φίλοις οἷσιν ἀποφθίμενος·θερμὴν ἐς πύελον γὰρ ἐσήλυθε, καὶ τὸν ἄκρητονἔσπασεν, εἶτʼ ἀίδην ψυχρὸν ἐπεσπάσατο.μέλλων Εὐρυμέδων ποτʼ Ἀριστοτέλην ἀσεβείας