νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατʼ ἐμέ·ἡ δʼ ἑτέρη προβέβηκε. τί λώιον; εἰ δʼ ἄγε σύν μοὶβούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.”εἶπεν· ὁ δὲ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας,Ἡνιδʼ, ἐκεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος·ʽὁἱ δʼ ἄρʼ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντεςἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ·̓κείνων ἔρχεο, φησί, μετʼ ἴχνια. χὠ μὲν ἐπέστηπλησίον· οἱ δʼ ἔλεγον τὴν κατὰ σαυτὸν ἔλα.ταῦτʼ ἀίων ὁ ξεῖνος ἐφείσατο μείζονος οἴκουδράξασθαι, παίδων κληδόνα συνθέμενος.τὴν δʼ ὀλίγην ὡς κεῖνος ἐς οἶκον ἐπήγετο νύμφην,οὕτω καὶ σὺ γʼ ἰὼν τὴν κατὰ σαυτὸν ἔλα.κλεινοῖς ἐν δαπέδοισι Πριήνης φύντα καλύπτειἥδε Βίαντα πέτρη, κόσμον Ἴωσι μέγαν.τῇδε Βίαντα κέκευθα, τὸν ἀτρέμας ἤγαγεν Ἑρμῆςεἰς Ἀίδην, πολιῷ γήραϊ νιφόμενονεἶπε γάρ, εἶπε δίκην Βίαντα τινός· εἶτʼ ἀποκλινθεὶςπαιδὸς ἐς ἀγκαλίδας μακρὸν ἔτεινεν ὕπνον.ἐς Σκυθίην Ἀνάχαρσις ὅτʼ ἤλυθε πολλὰ μογήσας,πάντας ἔπειθε βιοῦν ἤθεσιν ἑλλαδικοῖς·τὸν δʼ ἔτι μῦθον ἄκραντον ἐνὶ στομάτεσσιν ἔχονταπτηνὸς ἐς ἀθανάτους ἥρπασεν ὦκα δόναξ,τῆς σοφίης πάσης ἐν ἐμοὶ τέλος· ἢν δέ τι πάσχω,Πυθαγόρῃ τῷ μῷ λέγε ταῦθʼ, ὅτι πρῶτος ἀπάντωνἔστιν ἀνʼ Ἑλλάδα γῆν. οὐ ψεύδομαι ὧδʼ ἀγορεύων.ἐνθάδε, πλεῖστον ἀληθείας ἐπὶ τέρμα περήσαςοὐρανίου κόσμου, κεῖται Ἀναξαγόρας.ἠέλιον πυρόεντα μύδρον ποτὲ φάσκεν ὑπάρχειν,καὶ διὰ τοῦτο θανεῖν μέλλεν Ἀναξαγόρας·ἀλλʼ ὁ φίλος Περικλῆς μὲν ἐρύσατο τοῦτον· ὁ δʼ αὑτὸνἐξάγαγεν βιότου μαλθακίῃ σοφίης,πῖνέ νυν ἐν Διὸς ὤν, ὦ Σώκρατες· ἦ σε γὰρ ὄντωςκαὶ σοφὸν εἶπε θεὸς, καὶ θεὸς ἡ Σοφία.πρὸς γὰρ Ἀθηναίων κώνειον ἁπλῶς σὺ ἐδέξω,αὐτοὶ δʼ ἐξέπιον τοῦτο τεῷ στόματι.οὐ μόνον ἐς Πέρσας ἀνέβη Ξενοφῶν διὰ Κῦρον,ἀλλʼ ἄνοδον ζητῶν ἐς Διὸς ἥτις ἄγοι·παιδείης γὰρ ἑῆς Ἑλληνικὰ πράγματα δείξας,ὡς καλὸν ἡ σοφίη μνήσατο Σωκράτεος.