φαμί τὰ δʼ ἐς πάτραν κρέσσονα καὶ σοφίης·λὰξ γὰρ καὶ τοκεῶνας, ἰὼ ξένε, δύσφρονας ἄνδραςὑλάκτευν. λαμπρὰ θρεψαμένοισι χάρις.οὐκ ἀπʼ ἐμεῦ; μὴ τρηχύς. ἐπεὶ τάχα καὶ σύ τι πεύσῃτρηχύτερον Πάτρας. χαῖρε. σὺ δʼ ἐξ Ἐφέσου.εἶπέ τις, Ἡράκλειτε, τεὸν μόρον, ἐς δέ με δάκρυἤγαγεν, ἐμνήσθην δʼ ὁσσάκις ἀμφότεροιἥλιον ἐν λέσχῃ κατεδύσαμεν ἀλλὰ σὺ μέν που,ξεῖνʼ Ἁλικαρνησεῦ, τετράπαλαι σποδιή·αἱ δὲ τεαὶ ζώουσιν ἀηδόνες, ᾗσιν ὁ πάντωνἁρπακτὴς Ἀίδης οὐκ ἐπὶ χεῖρα βαλεῖ.ἑπτὰ σοφῶν, Κλεόβουλε, σὲ μὲν τεκνώσατο Λίνδοςφατὶ δὲ Σισυφία χθὼν Περίανδρον ἔχεινΠιττακὸν ἁ Μιτυλᾶνα· Βίαντα δὲ δῖα Πριήνη·Μίλητος δὲ Θαλῆν, ἄκρον ἔρεισμα Δίκας·ἁ Σπάρτα Χίλωνα· Σόλωνα δὲ Κεκροπὶς αἶα,πάντας ἀριζάλου σωφροσύνας φύλακας.Δωρίδος ἐκ Μούσης κεκορυθμένον ἀνέρα Βάκχῳκαὶ Σατύροις Σικελὸν τῇδʼ Ἐπίχαρμον ἔχω.τόνδε Θαλῆν Μίλητος Ἰὰς θρέψασ’ ἀνέδειξεν,ἀστρολόγων πάντων πρεσβύτατον σοφίῃ.ἦ ὀλίγον τόδε σᾶμα, τὸ δὲ κλέος οὐρανόμηκεςτοῦ πολυφροντίστου τοῦτο Θάλητος ὅρη.γυμνικὸν αὖ ποτʼ ἀγῶνα θεώμενον, ἠέλιε Ζεῦ,τὸν σοφὸν ἄνδρα Θαλῆν ἥρπασας ἐκ σταδίου.αἰνέω ὅττι μιν ἐγγὺς ἀπήγαγες· ἦ γὰρ ὁ πρέσβυςοὐκέθʼ ὁρᾶν ἀπὸ γῆς ἀστέρας ἠδύνατο.ἡ Μήδων ἄδικον παύσασ’ ὕβριν ἥδε Σόλωνατόνδε τεκνοῖ Σαλαμὶς θεσμοθέτην ἱερόν.σῶμα μὲν ἦρε Σόλωνος ἐν ἀλλοδαπῇ Κύπριον πῦρ,ὀστὰ δʼ ἔχει Σαλαμίς, ὧν κόνις ἀστάχυες·ψυχὴν δʼ ἄξονες εὐθὺς ἐς οὐρανὸν ἤγαγον εὖ γὰρθῆκε νόμοις ἀστοῖς ἄχθεα κουφότατα.Φωσφόρε σοί Πολύδευκες ἔχω χάριν, οὕνεκεν υἱὸςΧίλωνος πυγμῇ χλωρὸν ἕλεν κότινονεἰ δʼ ὁ πατὴρ στεφανοῦχον ἰδὼν 〈τέκνον〉 ἤμυσεν ἡσθείς,οὐ νεμεσητὸν ἐμοὶ τοῖος ἴτω θάνατος.ξεῖνος Ἀταμνείτης τις ἀνείρετο Πιττακὸν οὕτωτὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον·“ ἄττα γέρον, δοιός με καλεῖ γάμος· ἡ μία μὲν δὴ