Ἰουλιανὸς μετὰ Τίγριν ἀγάρροον ἐνθάδε κεῖται,ἀμφότερον, βασιλεὺς τʼ ἀγαθὸς κρατερός τʼ αἰχμητής.τίς τόδε μουνόγληνος ἅπαν δωμήσατο Κύκλωψλάινον Ἀσσυρίης χῶμα Σεμιράμιος,ἢ ποῖοι χθονὸς υἷες ἀνυψώσαντο Γίγαντεςκείμενον ἑπταπόρων ἀγχόθι Πληιάδωνἀκλινές, ἀστυφέλικτον, Ἀθωέος ἶσον ἐρίπνᾳφυρηθὲν γαίης εὐρυπέδοιο βάρος;δᾶμος ἀεὶ μακαριστός, ὃς ἄστεσιν Ἡρακλείηςοὐρανίων [νεφέων τεῦξεν ἐπʼ] εὐρυάλων.