φεῦ, γαίης ὅσσης ὅσσον ἔχει μόριον.Ὀθρυάδην, Σπάρτης τὸ μέγα κλέος, ἢ Κυνέγειρονναύμαχον, ἢ πάντων ἔργα κάλει πολέμωνἌρεος αἰχμητὴς Ἰταλὸς παρὰ χεύμασι Ῥήνουκλινθείς, ἐκ πολλῶν ἡμιθανὴς βελέων,αἰετὸν ἁρπασθέντα φίλου στρατοῦ ὡς ἴδʼ ὑπʼ ἐχθροῖς,αὖτις ἀρηιφάτων ἄνθορεν ἐκ νεκύωνκτείνας δʼ ὃς σφʼ ἐκόμιζεν, ἑοῖς ἀνεσώσατο ταγοῖς,μοῦνος ἀήττητον δεξάμενος θάνατον.οὐκέτι Τιμόκλεια τεῶν φάος ὤλεσας ὄσσωνκούρους δοιοτόκῳ νηδύι γειναμένη·ὄμμασι δʼ ἐν πλεόνεσσιν ἀθρεῖς πυριθαλπὲς ʽὄχημαἠελίου, προτέρης οὖσα τελειοτέρη.εἴκοσιν Ἑρμοκράτεια καὶ ἐννέα τέκνα τεκοῦσαοὔτε ἑνὸς οὔτε μιᾶς αὐγασάμην θάνατον.οὐ γὰρ ἀπωίστευσεν ἐμοὺς υἱῆας Ἀπόλλων,οὐ βαρυπενθήτους Ἄρτεμις εἷλε κόρας·ἔμπαλι δʼ ἁ μὲν ἔλυσεν ἐμὰν ὠδῖνα μολοῦσα,Φοῖβος δʼ εἰς ἥβαν ἄρσενας ἀγάγετοἀβλαβέας νούσοισιν. ἴδʼ ὡς νίκημι δικαίωςπαισὶν καὶ γλώσσῃ σώφρονι Τανταλίδα.ἐν Μέμφει λόγος ἐστὶ μαθεῖν ἰδίην ποτε μοίρηνεὔδοξόν παρὰ τοῦ καλλίκερω ταύρου·κοὐδὲν ἔλεξε· πόθεν; βοῒ γὰρ λόγον οὐ πόρε φύτλη,οὐδὲ λάλον μόσχῳ Ἄπιδι στόμα·ἀλλὰ παρʼ αὐτὸν λέχριος στὰς ἐλιχμήσατο στόλον,προφανῶς τοῦτο διδάσκων “ Ἀποδύσῃ βιοτὴνὅσσον οὔπω.” διὸ καὶ οἱ ταχέως ἦλθε μόρος, δεκάκιςπέντε καὶ τρεῖς εἰσιδόντα ποίας.Ἴβυκε, ληισταί σε κατέκτανον ἔκ ποτε νηὸς·βάντʼ ἐς ἐρημαίην ἄστιβον ἠιόνα,ἀλλʼ ἐπιβωσάμενον γεράνων νέφος, αἵ τοι ἵκοντομάρτυρες ἄλγιστον ὀλλυμένῳ θάνατονοὐδὲ μάτην ἰάχησας, ἐπεὶ ποινῆτις Ἐρινὺςτῶνδε διὰ κλαγγὴν τίσατο σεῖο φόνονΣισυφίην κατὰ γαῖαν. ἰὼ φιλοκερδέα φῦλαληιστέων, τί θεῶν οὐ πεφόβησθε χόλον;οὐδὲ γὰρ ὁ προπάροιθε κανὼν Αἴγισθος ἀοιδὸνὄμμα μελαμπέπλων ἔκφυγεν Εὐμενίδων.ὧδε μέγας κεῖται Ζάν ὃν Δία κικλήσκουσιν.