ἐν ζωῇ προπολεῦσ’ ἐννέα δʼ ἠελίωνὀγδωκονταέτεις ἔτι λειπόμεθʼ ἐς τόδʼ ἱκέσθαιτῆς μοίρης· ἐτέων δʼ οὐ φθόνος † ἰσοσίη.καὶ πόσιας καὶ τέκνα φιλήσαμεν αἱ δὲ παλαιαὶπρῶθʼ ἡμεῖς Ἀίδην πρηῢν ἀνυσσάμεθα.† ἦξεν ὅλατιτυτειδεστι. τί γάρ; νέκυς ω ποτι παίδωντῶν ἀγαθῶν ἠδʼ ἦν ἀρχιγέρων ὁ γέρων,ἀλλὰ φίλος γʼ ὦ πρέσβυ, γένοιτό τευ ὄλβια τέκναἐλθεῖν καὶ λευκῆς ἐς δρόμον ἡλικίης.ὑστάτιον, Φώκαια, κλυτὴ πόλι, τοῦτο Θεανὼεἶπεν ἐς ἀτρύγετον νύκτα κατερχομένη·“ οἴμοι ἐγὼ δύστηνος· Ἀπέλλιχε, ποῖον, ὅμευνε,ποῖον ἐπʼ ὠκείῃ νηὶ περᾷς πέλαγος;αὐτὰρ ἐμεῦ σχεδόθεν μόρος ἵσταται. ὡς ὄφελόν γεχειρὶ φίλην τὴν σὴν χεῖρα λαβοῦσα θανεῖν.”μὴ φθείρευ, ὤνθρωπε, περιπλάνιον βίον ἕλκων,ἄλλην ἐξ ἄλλης εἰς χθόνʼ ἀλινδόμενος,μὴ φθείρευ, κἂν εἴ σε περιστέψαιτο καλιὴἣν θάλποι μικκὸν πῦρ ἀνακαιόμενον,εἰ καί σοι λιτή τε καὶ οὐκ εὐάλφιτος εἴηφυστὴ ἐνὶ γρώνῃ μασσομένη παλάμαις,ἢ καί σοι γλήχων, ἢ καὶ θύμον, ἢ καὶ ὁ πικρὸςἁδυμιγὴς εἴη χόνδρος ἐποψίδιος.ἐνθάδʼ ἐγὼ λῃστῆρος ὁ τρισδείλαιος ἄρηιἐδμήθην κεῖμαι δʼ οὐδενὶ κλαιόμενος.Κληῖδες Κύπρου σε καὶ ἐσχατιαὶ Σαλαμῖνος,Τίμαρχʼ, ὑβριστής τʼ ὤλεσε Λὶψ ἄνεμος,νηί τε σὺν φόρτῳ τε· κόνιν δέ σου ἀμφιμέλαινανδέξαντʼ οἰζυροί, σχέτλιε, κηδεμόνες.αἰάζω Πολύανθον, ὃν εὐνέτις, ὦ παραμείβων,νυμφίον ἐν τύμβῳ θῆκεν Ἀρισταγόρη,δεξαμένη σποδιήν τε καὶ ὀστέα ʽ τὸν δὲ δυσαὲςὤλεσεν Αἰγαίου κῦμα περὶ Σκίαθονʼ,δύσμορον ὀρθρινοί μιν ἐπεὶ νέκυν ἰχθυβολῆες,ξεῖνε, Τορωναίων εἵλκυσαν ἐς λιμένα.αὐτὰ ἐπὶ Κρήθωνος ἐγὼ λίθος, οὔνομα κείνουδηλοῦσα· Κρήθων δʼ ἐν χθονίοις σποδιά.ὁ πρὶν καὶ Γύγῃ παρισεύμενος ὄλβον, ὁ τὸ πρὶνβουπάμων, ὁ πρὶν πλούσιος αἰπολίοις,ὁ πρὶν — τί πλείω μυθεῦμαι; ὁ πᾶσι μακαρτός,