κεῖνον Ἀθηναίης σὺν Χάρισιν δόλιχον,ἢ ῥικνῇ ῥικνοῦ περὶ γούνατος ἄρκιον ἱστῷχειρὶ στρογγύλλουσ’ ἱμερόεσσα κρόκην.ὀγδωκονταέτις δʼ Ἀχερούσιον ηὔγασεν ὕδωρἡ καλὴ καλῶς Πλατθὶς ὑφηναμένη.τὰν γνώμαν ἐδόκει Φιλέας οὐ δεύτερος ἄλλουεἶμεν ὁ δὲ φθονερὸς κλαιέτω ἔσκε θάνῃ.ἀλλʼ ἔμπας δόξας κενεὰ χάρις· εἰν ἀίδᾳ γὰρΜίνω Θερσίτας οὐδὲν ἀτιμότερος.Ἱερέη Δήμητρος ἐγώ ποτε, καὶ πάλιν Καβείρων,ὦνερ, καὶ μετέπειτα Δινδυμήνης,ἡ γρηῢς γενόμην, ἡ νῦν κόνις, ἡνοπολλῶν προστασίη νέων γυναικῶν.καί μοι τέκνʼ ἐγένοντο δύʼ ἄρσενα, κἠπέμυσ’ ἐκείνωνεὐγήρως ἐνὶ χερσίν. ἕρπε χαίρων.εὐειδὴς Τριτωνὶς ἐπʼ οὐκ ἀγαθαῖς ἐλοχεύθηκλῃδόσιν οὐ γὰρ ἂν ὧδʼ ὤλετο δαιμονίηἀρτιτόκος· τὰ δὲ πολλὰ κατήγαγεν ἓν βρέφος ᾅδηνσὺν κείνῃ· δεκάτην δʼ οὐχ ὑπερῆρεν ἕω.δειλαία Μνάσυλλα, τί τοι καὶ ἐπʼ ἠρίῳ οὗτοςμυρομένᾳ κούραν γραπτὸς ἔπεστι τύποςΝευτίμας; ἇς δὴ ποκʼ ἀπὸ ψυχὰν ἐρύσαντοὠδῖνες, κεῖται δʼ οἷα κατὰ βλεφάρωνἀχλύι πλημμύρουσα φίλας ὑπὸ ματρὸς ἀγοστῷ·αἰαῖ Ἀριστοτέλης δʼ οὐκ ἀπάνευθε πατὴρδεξιτερᾷ κεφαλὰν ἐπεμάσσετο. ὦ μέγα δειλοί,οὐδὲ θανόντες ἑῶν ἐξελάθεσθʼ ἀχέων·“ ἄμπελος ὣς ἤδη κάμακι στηρίζομαι αὐτῷσκηπανίῳ· καλέει μʼ εἰς ἀίδην Θάνατος.δυσκώφει μὴ Γόργε· τί τοι χαριέστερον, ἢ τρεῖςἢ πίσυρας ποίας θάλψαι ὑπʼ ἠελίῳ;”ὧδʼ εἴπας οὐ κόμπῳ, ἀπὸ ζωὴν ὁ παλαιὸςὤσατο, κἠς πλεόνων ἦλθε μετοικεσίην.ᾬχευ ἔτʼ ἀσκίπων Κινησία, Ἑρμόλα υἱὲἐκτίσων Ἀίδῃ χρεῖος ὀφειλόμενον,γήρᾳ ἔτʼ ἄρτια πάντα φέρων· χρήστην δὲ δίκαιονεὑρών σε στέρξει παντοβίης Ἀχέρων.† Αἰνόμενοι δύο γρῆες ὁμήλικες ἦμεν, Ἀναξὼκαὶ Κληνώ, δίδυμοι παῖδες ἘπικράτεοςΚληνὼ μὲν Χαρίτων ἱερή, Δήμητρι δʼ Ἀναξὼ