σεῖο καὶ ἀκλαυτοι γλαῦκες ἔθεντο γόον,Φαινόκριτʼ οὐδὲν ὅμοιον ἐπεσσομένοισιν ἀοιδὸςφθέγξεται, ἀνθρώπους ἄχρι φέρωσι πόδες.νηιάδες καὶ ψυχρὰ βοαύλια ταῦτα μελίσσαιςοἶμον ἐπʼ εἰαρινὴν λέξατε νισσομέναις,ὡς ὁ γέρων Λεύκιππος ἐπʼ ἐπʼ.ἀρσιπόδεσσι λαγωοῖςἔφθιτο χειμερίᾐ νυκτὶ λοχησάμενος.σμήνεα δʼ οὐκέτι οἱ κομέειν φίλον· αἱ δὲ τὸν ἄκρηςγείτονα ποιμένιαι πολλὰ ποθοῦσι νάπαι.ὦ ξεῖνʼ, εἰ τύ γε πλεῖς ποτὶ καλλίχορον Μυτιλάναν,τᾶν Σαπφὼ χαρίτων ἄνθος ἐναυσαμέναν,εἰπεῖν, ὡς Μούσαισι φίλαν τήνᾳ τε Λοκρὶς γᾶτίκτεν ἴσαν ὅτι θʼ οἱ τοὔνομα Νοσσίς· ἴθι.Τέλληνος ὅδε τύμβος· ἔχω δʼ ὑποβωλέα πρέσβυντῆνον τὸν πρᾶτον γνόντα γελοιομελεῖν.Κλεύας Οὑτυμοκλεῖος, ὑπὲρ Θυρεᾶν δόρυ τείνας,κάτθανες ἀμφίλογον γᾶν ἀποτεμνόμενος,τοῖς Ἄργει Σπάρτηθεν ἶσαι χέρες, ἶσα δὲ τεύχησυμβάλομεν Θυρέαι δʼ ἦσαν ἄεθλα δορός.ἄμφω δʼ ἀπροφάσιστα τὸν οἴκαδε νόστον ἀφέντεςοἰωνοῖς θανάτου λείπομεν ἀγγελίαν.Δηρίφατον κλαίω Τιμοσθένη, υἷα Μολοσσοῦ,ξεῖνον ἐπὶ ξείνῃ Κεκροπίᾳ φθίμενον.ἁ πάρος ἄδμητος καὶ ἀνέμβατος, ὦ Λακεδαῖμον,καπνὸν ἐπʼ Εὐρώτᾳ δέρκεαι Ὠλένιον,ἄσκιος· οἰωνοὶ δὲ κατὰ χθονὸς οἰκία θέντεςμύρονται· μήλων δʼ οὐκ ἀίουσι λύκοι.ἦ ῥα μένος σε, Πρόαρχʼ, ὄλεσ’ ἐν δαΐ, δῶμά τε πατρὸςΦειδία ἐν δνοφερῷ πένθει ἔθου φθίμενος·ἀλλὰ καλόν τοι ὕπερθεν ἔπος τόδε πέτρος ἀείδει,ὡς ἔθανες πρὸ φίλας μαρνάμενος πατρίδος.Αἴνιε, καὶ σὺ γὰρ ὧδε, Μενέκρατες, οὐκ ἐπὶ πουλὺἦσθα τί σε, ξείνων λῷστε, κατειργάσατο;ἦ ῥα τὸ καὶ Κένταυρον; ὅ μοι πεπρωμένος ὕπνοςἦλθεν, ὁ δὲ τλήμων οἶνος ἔχει πρόφασιν.ἑσπέριον κἠῷον ἀπώσατο πολλάκις ὕπνονἡ γρηῢς πενίην Πλατθὶς ἀμυνομένη·καί τι πρὸς ἠλακάτην καὶ τὸν συνέριθον ἄτρακτονἤεισεν, πολιοῦ γήραος ἀγχίθυρος,κἄτι παριστίδιος δινευμένη ἄχρις ἐπʼ ἠοῦς