Ἤριννʼ ἐν τύμβῳ γράμμʼ ἐχάραξε τόδε.ἤδη μὲν κροκόεις Πιτανάτιδι πίτνατο νύμφᾳΚλειναρέτᾳ χρυσέων παστὸς ἔσω θαλάμων,καδεμόνες δʼ ἤλποντο διωλένιον φλόγα πεύκαςἅψειν ἀμφοτέραις ἀνσχόμενοι παλάμαις,Δημὼ καὶ Νίκιππος· ἀφαρπάξασα δὲ νοῦσοςπαρθενικὰν Λάθας ἄγαγεν ἐς πέλαγος·ἀλγειναὶ δʼ ἐκάμοντο συνάλικες, οὐχὶ θυρέτρων,ἀλλὰ τὸν Ἀίδεω στερνοτυπῆ πάταγον.νύμφας Βαυκίδος ἐμμί· πολυκλαύταν δὲ παρέρπωνστάλαν τῷ κατὰ γᾶς τοῦτο λέγοις Ἀίδᾳ·βάσκανός ἐσσ’, Ἀίδα· τὰ δέ τοι καλὰ σάμαθʼ ὁρῶντιὠμοτάταν Βαυκοῦς ἀγγελέοντι τύχαν,ὡς τὰν παῖδʼ, Ὑμέναιος ἐφʼ αἷς ἀείδετο πεύκαις,ταῖσδʼ ἐπὶ καδεστὰς ἔφλεγε πυρκαϊᾷκαὶ σὺ μέν, ὦ Ὑμέναιε, γάμων μολπαῖον ἀοιδὰνἐς θρήνων γοερὸν φθέγμα μεθηρμόσαο,Παυροεπὴς Ἤριννα, καὶ οὐ πολύμυθος ἀοιδαῖς·ἀλλʼ ἔλαχεν Μούσας τοῦτο τὸ βαιὸν ἔπος.τοιγάρτοι μνήμης οὐκ ἤμβροτεν, οὐδὲ μελαίνηςνυκτὸς ὑπὸ σκιερῇ κωλύεται πτέρυγι·αἱ δʼ ἀναρίθμητοι νεαρῶν σωρηδὸν ἀοιδῶνμυριάδες λήθῃ, ξεῖνε, μαραινόμεθα.λωίτερος κύκνου μικρὸς θρόος ἠὲ κολοιῶνκρωγμὸς ἐν εἰαριναῖς κιδνάμενος νεφέλαις.Ῥήγιον Ἰταλίης τεναγώδεος ἄκρον ἀείδω,αἰεὶ Θρινακίου γευομένην ὕδατος,οὕνεκα τὸν φιλέοντα λύρην φιλέοντά τε παῖδαςἼβυκον εὐφύλλῳ θῆκεν ὑπὸ πτελέῃ,ἡδέα πολλὰ παθόντα· πολὺν δʼ ἐπὶ σήματι κισσὸνχεύατο καὶ λευκοῦ φυταλιὴν καλάμου.πολλὸν ἀπʼ Ἰταλίης κεῖμαι χθονός, ἔκ τε Τάραντοςπάτρης· τοῦτο δέ μοι πικρότερον θανάτου.τοιοῦτος πλανίων ἄβιος βίος· ἀλλά με Μοῦσαιἔστερξαν, λυγρῶν δʼ ἀντὶ μελιχρὸν ἔχω.οὔνομα δʼ οὐκ ἤμυσε Λεωνίδου· αὐτά με δῶρακηρύσσει Μουσέων πάντας ἐπʼ ἠελίους.πρώιος, ἀλλὰ ποθεινὸς ὅσοι πόλιν Ἰαλύσοιοναίομεν, εἰς Λήθης πικρὸν ἔδυς πέλαγος,δρεψάμενος σοφίην ὀλίγον χρόνον ἀμφὶ δὲ τύμβῳ