οὐδὲν μέλει μοι· τἀμὰ γὰρ καλῶς ἔχει.Στρυμόνι καὶ μεγάλῳ πεποτισμένον Ἑλλησπόντῳἠρίον Ἠδωνῆς Φυλλίδος, Ἀμφίπολι,λοιπά τοι Αἰθοπίης Βραυρωνίδος ἴχνια νηοῦμίμνει, καὶ ποταμοῦ τἀμφιμάχητον ὕδωρ,τὴν δὲ ποτʼ Αἰγείδαις μεγάλην ἔριν ὡς ἁλιανθὲςτρῦχος ἐπʼ ἀμφοτέραις δερκόμεθʼ ἠιόσιν.ἰλιγγίασε Βάκχον ἐκπιὼν χανδὸνΧρύσιππος, οὐδʼ ἐφείσατοοὐ τῆς στοᾶς, οὐχ ἧς πάτρας, οὐ τῆς ψυχῆς,ἀλλʼ ἦλθε δῶμʼ ἐς Ἀίδεω.κἠγὼ Σωσιθέου κομέω νέκυν, ὅσσον ἐν ἄστειἄλλος ἀπʼ αὐθαίμων ἡμετέρων Σοφοκλῆν,Σκίρτος ὁ πυρρογένειος. ἐκισσοφόρησε γὰρ ὡνὴρἄξια Φλιασίων, ναὶ μὰ χορούς, Σατύρωνκἠμὲ τὸν ἐν καινοῖς τεθραμμένον ἤθεσιν ἤδηἤγαγεν εἰς μνήμην πατρίδʼ ἀναρχαΐσας·καὶ πάλιν εἰσώρμησα τὸν ἄρσενα Δωρίδι Μούσῃῥυθμόν, πρὸς τʼ αὐδὴν ἑλκόμενος μεγάλην† † ἑπτὰ δέ μοι ἔρσων τύπος οὐ χερὶ καινοτομηθεὶςτῇ φιλοκινδύνῳ φροντίδι Σωσιθέου.τῷ κωμῳδογράφῳ, κούφη κόνι, τὸν φιλάγωνακισσὸν ὑπὲρ τύμβου ζῶντα Μάχωνι φέροις·οὐ γὰρ ἔχεις κηφῆνα παλίμπλυτον, ἀλλά τι τέχνηςἄξιον ἀρχαίης λείψανον ἠμφίεσας.τοῦτο δʼ ὁ πρέσβυς ἐρεῖ· “ Κέκροπος πόλι, καὶ παρὰ Νείλῳἔστιν ὅτʼ ἐν Μούσαις δριμὺ πέφυκε θύμον.”Σάρδιες ἀρχαῖαι, πατέρων νομός, εἰ μὲν ἐν ὑμῖνἐτρεφόμαν, κερνᾶς ἦν τις ἂν ἢ βακέλαςχρυσοφόρος, ῥήσσων καλὰ τύμπανα· νῦν δέ μοι Ἀλκμὰνοὔνομα, καὶ Σπάρτας εἰμὶ πολυτρίποδος,καὶ Μούσας ἐδάην Ἑλικωνίδας, αἵ με τυράννωνθῆκαν Δασκύλεω μείζονα καὶ Γύγεω.Στᾶλαι, καὶ Σειρῆνες ἐμαί, καὶ πένθιμε κρωσσέ,ὅστις ἔχεις Ἀίδα τὰν ὀλίγαν σποδιάν,τοῖς ἐμὸν ἐρχομένοισι παρʼ ἠρίον εἴπατε χαίρειν,αἴτʼ ἀστοὶ τελέθωντʼ, αἴθʼ ἑτέρας πόλιος·χὤτι με νύμφαν εὖσαν ἔχει τάφος, εἴπατε καὶ τό·χὤτι πατήρ μʼ ἐκάλει Βαυκίδα, χὤτι γένοςΤηνία, ὡς εἰδῶντι· καὶ ὅττι μοι ἁ συνεταιρὶς