ἄγριον Ἀρχιλόχου φλέγμα Λυκαμβιάδες,πῶς οὐκ ἂν προλίποι σκοτίων πυλεῶνας ἐναύλωννεκρὸς ἅπας, φεύγων τάρβος ἐπεσβολίης;σῆμα τόδʼ Ἀρχιλόχου παραπόντιον, ὅς ποτε πικρὴνμοῦσαν ἐχιδναίῳ πρῶτος ἔβαψε χόλῳ,αἱμάξας Ἑλικῶνα τὸν ἥμερον. οἶδε Λυκάμβης,μυρόμενος τρισσῶν ἅμματα θυγατέρων.ἠρέμα δὴ παράμειψον, ὁδοιπόρε, μή ποτε τοῦδεκινήσῃς τύμβῳ σφῆκας ἐφεζομένους.χαῖρε, Νεοκλείδα, δίδυμον γένος, ὧν ὁ μὲν ὑμῶνπατρίδα δουλοσύνας ῥύσαθʼ, ὁ δʼ ἀφροσύνας.ἀντὶ τάφου λιτοῖο θὲς Ἑλλάδα, θὲς δʼ ἐπὶ ταύτανδούρατα, βαρβαρικᾶς σύμβολα ναυφθορίας,καὶ τύμβῳ κρηπῖδα περίγραφε Περσικὸν Ἄρηκαὶ Ξέρξην· τούτοις θάπτε Θεμιστοκλέα.στάλα δʼ ἁ Σαλαμὶς ἐπικείσεται, ἔργα λέγουσατἀμά τί με σμικροῖς τόν μέγαν ἐντίθετε;τοῦτο Θεμιστοκλεῖ ξένον ἠρίον εἵσατο Μάγνηςλαός, ὅτʼ ἐκ Μήδων πατρίδα ῥυσάμενοςὀθνείην ὑπέδυ χθόνα καὶ λίθον. ἦ θέλεν οὕτωςὁ φθόνος· αἱ δʼ ἀρεταὶ μεῖον ἔχουσι γέρας.Στασίχορον, ζαπληθὲς ἀμέτρητον στόμα Μούσης,ἐκτέρισεν Κατάνας αἰθαλόεν δάπεδον,οὗ, κατὰ Πυθαγόρου φυσικὰν φάτιν, ἁ πρὶν Ὁμήρουψυχὰ ἐνὶ στέρνοις δεύτερον ᾠκίσατο.Ἐμπορίης λήξαντα Φιλόκριτον, ἄρτι δʼ ἀρότρουγευόμενον, ξείνῳ Μέμφις ἔκρυψε τάφῳ,ἔνθα δραμὼν Νείλοιο πολὺς ῥόος ὕδατι λάβρῳτἀνδρὸς τὴν ὀλίγην βῶλον ἀπημφίασε.καὶ ζωὸς μὲν ἔφευγε πικρὴν ἅλα· νῦν δὲ καλυφθεὶςκύμασι ναυηγὸν σχέτλιος ἔσχε τάφον.οὗτος ὁ τοῦ Κείοιο Σιμωνίδεω ἐστὶ σαωτήρ,ὃς καὶ τεθνηὼς ζῶντʼ ἀπέδωκε χάριν.Πρηΰτερον γῆράς σε, καὶ οὐ κατὰ νοῦσος ἀμαυρὴἔσβεσεν εὐνήθης δʼ ὕπνον ὀφειλόμενον,ἄκρα μεριμνήσας, Ἐρατόσθενες· οὐδὲ Κυρήνημαῖά σε πατρῴων ἐντὸς ἔδεκτο τάφων,Ἀγλαοῦ υἱέ· φίλος δὲ καὶ ἐν ξείνῃ κεκάλυψαιπὰρ τόδε Πρωτῆος κράσπεδον αἰγιαλοῦ.ὤνθρωπʼ, Ἡράκλειτος ἐγὼ σοφὰ μοῦνος ἀνευρεῖν