ἐνθάδε θεῖος Ὅμηρος, ὃς Ἑλλάδα πᾶσαν ἄεισε,Θήβης ἐκγεγαὼς τῆς ἑκατονταπύλου.οὐκέτι θελγομένας, Ὀρφεῦ, δρύας, οὐκέτι πέτραςἄξεις, οὐ θηρῶν αὐτονόμους ἀγέλας·οὐκέτι κοιμάσεις ἀνέμων βρόμον, οὐχὶ χάλαζαν,οὐ νιφετῶν συρμούς, οὐ παταγεῦσαν ἅλα.ὤλεο γάρ· σὲ δὲ πολλὰ κατωδύραντο θύγατρεςΜναμοσύνας, μάτηρ δʼ ἔξοχα Καλλιόπα.τί φθιμένοις στοναχεῦμεν ἐφʼ υἱάσιν, ἁνίκʼ ἀλαλκεῖντῶν παίδων Ἀΐδην οὐδὲ θεοῖς δύναμις ;Ὀρφέα Θρηικίῃσι παρὰ προμολ̆σιν Ὀλύμπουτύμβος ἔχει, Μούσης υἱέα Καλλιόπης,ᾧ δρύες οὐκ ἀπίθησαν, ὅτῳ σὺν ἀμʼ ἕσπετο πέτρηἄψυχος, θηρῶν θʼ ὑλονόμων ἀγέλα,ὅς ποτε καὶ τελετὰς μυστηρίδας εὕρετο Βάκχου,καὶ στίγον ἡρῴῳ ζευκτὸν ἔτευξε ποδί,ὃς καὶ ἀμειλίκτοιο βαρὺ Κλυμένοιο νόημακαὶ τὸν ἀκήλητον θυμὸν ἔθελξε λύρᾳ.Καλλιόπης Ὀρφῆα καὶ Οἰάγροιο θανόνταἔκλαυσαν ξανθαὶ μυρία Βιστονίδες·στικτοὺς δʼ ᾑμάξαντο βραχίονας, ἀμφιμελαίνῃδευόμεναι σποδιῇ Θρηίκιον πλόκαμον·καὶ δʼ αὐταὶ στοναχεῦντι σὺν εὐφόρμιγγι Λυκείῳἔρρηξαν Μοῦσαι δάκρυα Πιερίδες,μυρόμεναι τὸν ἀοιδὸν ἐπωδύραντο δὲ πέτραικαὶ δρύες, ἃς ἐρατῇ τὸ πρὶν ἔθελγε λύρῃ.Ὁ γλυκὺς Ἠρίννης οὗτος πόνος, οὐχὶ πολὺς μέν,ὡς ἂν παρθενικᾶς ἐννεακαιδεκέτευς,ἀλλʼ ἑτέρων πολλῶν δυνατώτερος· εἰ δʼ Ἀίδας μοιμὴ ταχὺς ἦλθε, τίς ἂν ταλίκον ἔσχʼ ὄνομα;ἄρτι λοχευομένην σε μελισσοτόκων ἔαρ ὕμνων,ἄρτι δὲ κυκνείῳ φθεγγομένην στόματι,ἤλασεν εἰς Ἀχέροντα διὰ πλατὺ κῦμα καμόντωνμοῖρα, λινοκλώστου δεσπότις ἠλακάτης·σὸς δʼ ἐπέων, Ἤριννα, καλὸς πόνος οὔ σε γεγωνεῖφθίσθαι, ἔχειν δὲ χοροὺς ἄμμιγα Πιερίσιν.Παρθενικὰν νεαοιδὸν ἐν ὑμνοπόλοισι μέλισσανἬρινναν, Μουσῶν ἄνθεα δρεπτομέναν,ᾍδας εἰς ὑμέναιον ἀνάρπασεν. ἦ ῥα τόδʼ ἔμφρωνεἶπʼ ἐτύμως ἁ παῖς. βάσκανός ἐσσ’, Ἀίδα.