οὐκ ἴδε δωτίνῃς μέτρον ὁριζόμενον.αἰπυτάτην δʼ ηὔξησε [ νόμοις πατρίοισιν ἀπήνην,φαιδρύνας καθαρῆς ἔργα Δικαιοσύνης.ὦ πόποι, οὐκ ἔζησε πολὺν χρόνον, ἀλλʼ ἐνιαυτοὺςμοῦνον ἀναπλήσας τεσσαράκοντα δύο,ᾤχετο μουσοπόλοισι ποθὴν πάντεσσιν ἐάσας,οὓς ἐπόθει πατέρων φέρτερα γειναμένων.Ἰκάρου ὦ νεόφοιτον ἐς ἠέρα πωτηθέντοςἸκαρίη πικρῆς τύμβε κακοδρομίης,ἀβάλε μήτε σε κεῖνος ἰδεῖν, μήτʼ αὐτὸς ἀνεῖναιτρίτων Αἰγαίου νῶτον ὑπὲρ πελάγευς.οὐ γάρ σοι σκεπανή τις ὑφόρμισις, οὔτε βόρειονἐς κλίτος, οὔτʼ ἀγὴν κύματος ἐς νοτίην.ἔρροις, ὦ δύσπλωτε, κακόξενε· σεῖο δὲ τηλοῦπλώοιμι, στυγεροῦ ὅσσον ἀπʼ Ἀίδεω.ἴστω νυκτὸς ἐμῆς, ἥ μʼ ἔκρυφεν, οἰκία ταῦταλάινα, Κωκυτοῦ τʼ ἀμφιγόητον ὕδωρ,οὔτι μʼ ἀνήρ, ὃ λέγουσι, κατέκτανεν ἐς γάμον ἄλληςπαπταίνων· τί μάτην οὔνομα Ῥουφιανός;ἀλλά με Κῆρες ἄγουσι μεμορμέναι. οὐ μία δήπουπαῦλα Ταραντίνη κάτθανεν ὠκύμορος.ἰφθίμῳ τόδʼ ἐπʼ ἀνδρὶ φίλη πόλις ἤνυσ’ Ἀχαιῷγράμμα παρʼ εὐΰδρου νάμασιν Ἀσκανίης.κλαῦσε δέ μιν Νίκαια· πατὴρ δʼ ἐπὶ οἱ Διομήδηςλάινον ὑψιφαῆ τόνδʼ ἀνέτεινε τάφον,δύσμορος, αἰάζων ὀλοὸν κακόν. ἦ γὰρ ἐῴκειυἱέα οἱ τίνειν ταῦτα κατοιχομένῳ.Ἰχθυοθηρητῆρα Μενέστρατον ὤλεσεν ἄγρηδούνακος, ἑξαμίτης ἐκ τριχὸς ἑλκομένη,εἶδαρ ὅτʼ ἀγκίστρου φόνιον πλάνον ἀμφιχανοῦσαὀξείην ἐρυθρὴ φυκὶς ἔβρυξε πάγην·ἀγνυμένη δʼ ὑπʼ ὀδόντι κατέκτανεν, ἅλματι λάβρῳἐντὸς ὀλισθηρῶν δυσαμένη φαρύγων.Θύρσις ὁ κωμήτης, ὁ τὰ νυμφικὰ μῆλα νομεύων,Θύρσις ὁ συρίζων Πανὸς ἴσον δόνακι,ἔνδιος οἰνοπότης σκιερὰν ὑπὸ τὰν πίτυν εὕδει·φρουρεῖ δʼ αὐτὸς ἑλὼν ποίμνια βάκτρον Ἔρως.ἆ Νύμφαι, Νύμφαι, διεγείρατε τὸν λυκοθαρσῆβοσκόν, μὴ θηρῶν κύρμα γένηται Ἔρως.ἐμοῦ θανόντος γαῖα μιχθήτω πυρί·