γλύκων, τὸ Περγαμηνὸν Ἀσίδι κλέος,ὁ παμμάχων κεραυνός, ὁ πλατὺς πόδας,ὁ καινὸς Ἄτλας, αἳ τʼ ἀνίκατοι χέρεςἔρροντι· τὸν δὲ πρόσθεν οὔτʼ ἐν Ἰταλοῖς,οὔθʼ Ἑλλάδι προωστόν, οὔτʼ ἐν Ἀσίδι,ὁ πάντα νικῶν Ἀίδης ἀνέτραπεν.Γλῆνιν παρῃονῖτις ἀμφέχω χερμάς,πικρῇ κατασπασθέντα κύματος δίνῃ,ὅτʼ ἰχθυάζετʼ ἐξ ἄκρης ἀπορρῶγος·χῶσαν δὲ μʼ ὅσσος λαὸς ἦν συνεργήτης,Πόσειδον, οὓς σὺ σῷζε, καὶ γαληναίηναἰὲν διδοίης ὁρμιηβόλοις θῖνα.ἢν παρίῃς ἥρωα, Φιλοπρήγμων δὲ καλεῖται,πρόσθε Ποτιδαίης κείμενον ἐν τριόδῳ,εἰπεῖν οἷον ἐπʼ ἔργον ἄγεις πόδας· εὐθὺς ἐκεῖνοςεὑρήσει σὺν σοὶ πρήξιος εὐκολίην.ὁρᾷς πρόσωπον Κασσίας τῆς σώφρονος.εἰ καὶ τέθνηκε, ταῖς ἀρεταῖς γνωρίζεταιψυχῆς τὸ κάλλος μᾶλλον ἢ τοῦ σώματος.Αἰωρῇ θήρειον ἱμασσόμενος δέμας αὔραιςτλᾶμον, ἀορτηθεὶς ἐκ λασίας πίτυος,αἰωρῇ· Φοίβῳ γὰρ ἀνάρσιον εἰς ἔριν ἔστης,πρῶνα Κελαινίτην ναιετάων, Σάτυρε.σεῦ δὲ βοὰν αὐλοῖο μελίβρομον οὐκέτι Νύμφαι,ὡς πάρος, ἐν Φρυγίοις οὔρεσι πευσόμεθα.οὗτος Ἰωάννην κρύπτει τάφος, ὃς ῥʼ Ἐπιδάμνουἄστρον ἔην, ἣν πρὶν παῖδες ἀριπρεπέεςἔκτισαν Ἡρακλῆος· ὅθεν καὶ μέρμερος ἥρωςαἰεὶ τῶν ἀδίκων σκληρὸν ἔκοπτε μένος.εἶχε δʼ ἀπʼ εὐσεβέων προγόνων ἐρικυδέα πάτρηνΛυχνιδόν, ἣν Φοῖνιξ Κάδμος ἔδειμε πόλιν.ἔνθεν λύχνος ἔην Ἑλικώνιος, οὕνεκα Κάδμοςστοιχείων Δαναοῖς πρῶτος ἔδειξε τύπον.εἰς ὑπάτους δʼ ἀνέλαμψε, καὶ Ἰλλυριοῖσι δικάζωνΜούσας καὶ καθαρὴν ἐστεφάνωσε Δίκην.αὐτὸς Ἰωάννης Ἐπιδάμνιος ἐνθάδε κεῖται,τηλεφανὴς ὑπάτων κόσμος ἀειφανέωνὁ γλυκύ μοι Μουσέων πετάσας φάος, ὁ πλέον ἄλλωνεὐρύνας ξενίου δαίμονος ἐργασίην,παμφόρβην παλάμην κεκτημένος, ἥντινα μούνην