μηδὲν ἄγαν τῶν ἑπτὰ σοφῶν ὁ σοφώτατος εἶπενἀλλὰ σὺ μὴ πεισθείς, Γέσσιε, ταῦτʼ ἔπαθες·καὶ λόγιός περ ἐὼν ἀλογώτατον ἔσχες ὄνειδος,ὡς ἐπιθυμήσας οὐρανίης ἀνόδου.οὕτω Πήγασος ἵππος ἀπώλεσε Βελλεροφόντην,βουληθέντα μαθεῖν ἀστροθέτους κανόνας·ἀλλʼ ὁ μὲν ἵππον ἔχων καὶ θαρσαλέον σθένος ἥβης,Γέσσιος οὐδὲ χεσεῖν εὔτονον ἦτορ ἔχων.μηδεὶς ζητήσῃ μερόπων ποτὲ καὶ θεὸς εἶναι,μηδʼ ἀρχὴν μεγάλην, κόμπον ὑπερφίαλον.Γέσσιος αὐτὸς ἔδειξε· κατηνέχθη γὰρ ἐπαρθείς,θνητῆς εὐτυχίης μηκέτʼ ἀνασχόμενος.ζητῶν ἐξεῦρες βιότου τέλος εὐτυχίης τε,ἀρχὴν ζητήσας πρὸς τέλος ἐρχομένην.ἀλλʼ ἔτυχες τιμῆς, ὦ Γέσσιε, καὶ μετὰ μοῖρανσύμβολα τῆς ἀρχῆς ὕστατα δεξάμενος.Γέσσιον ὡς ἐνόησεν ὁ Βαύκαλος ἄρτι θανόνταχωλεύοντα πλέον, τοῖον ἔλεξεν ἔπος·“ Γέσσιε, πῶς, τί παθὼν κατέβης δόμον Ἄϊδος εἴσωγυμνός, ἀκήδεστος, σχήματι καινοτάφῳ ;”τὸν δὲ μέγʼ ὀχθήσας προσέφη καὶ Γέσσιος εὐθύς·Βαύκαλε, τὸ στρῆνος καὶ θάνατον παρέχει.τὴν Ἀμμωνιακὴν ἀπάτην ὅτε Γέσσιος ἔγνωτοῦ ξενικοῦ θανάτου ἐγγύθεν ἐρχόμενος,τὴν ἰδίαν γνώμην κατεμέμψατο, καὶ τὸ μάθημα,καὶ τοὺς πειθομένους ἀστρολόγοις ἀλόγοις.οἱ δύο Κάλχαντες τὸν Γέσσιον ὤλεσαν ὅρκοις,τῶν μεγάλων ὑπάτων θῶκον ὑποσχόμενοι.ὦ γένος ἀνθρώπων ἀνεμώλιον, αὐτοχόλωτον,ἄχρι τέλους βιότου μηδὲν ἐπιστάμενον.ἐνθάδε σῶμα λέλοιπεν Ἀπελλιανὸς μέγʼ ἄριστοςψυχὴν δʼ ἐν χείρεσσιν ἑὴν παρακάτθετο Χριστῷ.οὐδὲ θανὼν κλέος ἐσθλὸν ἀπώλεσας ἐς χθόνα πᾶσαν,ἀλλʼ ἔτι σῆς ψυχῆς ἀγλαὰ πάντα μένει,ὅσσ’ ἔλαχὲς τʼ ἔμαθές τε, φύσει μῆτιν πανάριστε·τῷ ῥα καὶ ἐς μακάρων νῆσον ἔβης, Πυθέα.Ἄλκηστις νέη εἰμί· θάνον δʼ ὑπὲρ ἀνέρος ἐσθλοῦ,Ζήνωνος, τὸν μοῦνον ἐνὶ στέρνοισιν ἐδέγμην,ὃν φωτὸς γλυκερῶν τε τέκνων προὔκρινʼ ἐμὸν ἦτορ,οὔνομα Καλλικράτεια, βροτοῖς πάντεσσιν ἀγαστή.