ναιετάον κατὰ θεσμὸν ἀνὰ στόμα φωτὸς ἑκάστου,Ἀνδρέα, σὺ ζώεις, οὐ κάτθανες· ἀλλά σε χῶροςἄμβροτος ἀθανάτων ἁγίων ὑπέδεκτο καμόντα.Ἀρχιλόχου τόδε σῆμα, τὸν ἐς λυσσῶντας ἰάμβουςἤγαγε Μαιονίδῃ Μοῦσα χαριζομένη.ἄτρομος ἐκ τύμβου λύε πείσματα ναυηγοῖοχἠμῶν ὀλλυμένων ἄλλος ἐνηοπόρει.δοῦλος Ἐπίκτητος γενόμην, καὶ σῶμʼ ἀνάπηρος,καὶ πενίην Ἶρος, καὶ φίλος ἀθανάτοις.μνῆμα τόδε κλεινοῖο Μεγιστίου, ὅν ποτε ΜῆδοιΣπερχειὸν ποταμὸν κτεῖναν ἀμειψάμενοι,μάντιος, ὃς τότε κῆρας ἐπερχομένας σάφα εἰδὼςοὐκ ἔτλη Σπάρτης ἡγεμόνας προλιπεῖν.πληρώσας στρατιὴν Σωτήριχος ἐνθάδε κεῖμαι,ὄλβον ἐμῶν καμάτων γλυκεροῖς τεκέεσσιν ἐάσας.ἦρξα δʼ ἐν ἱππήεσσι, Γερήνιος οἷά τε Νέστωρ·ἐξ ἀδίκων τε πόνων κειμήλιον οὐδὲν ἔτευξα.τοὔνεκα καὶ μετὰ πότμον ὁρῶ φάος Οὐλύμποιο.Τύμβε, τίς ἢ πόθεν, ἦν δʼ ἔτι παῖς τίνος, ἔργα καὶ ὄλβον,νεκρός, ὃν ἔνδον ἔχεις, ἔννεπε, κευθόμενον.οὗτος Ἰωάννης, Κύπριος γένος, υἱὸς ἐτύχθηεὐγενέος Στεφάνου· ἦν δὲ νομεὺς Φαρίης.κτήμασι μὲν πολύολβος ὅλων πλέον ὧν τρέφε Κύπρος,ἐκ πατέρος πατέρων, ἐξ ὁσίων τε πόνωνἔργα δὲ θέσκελα πάντα λέγειν, ἅπερ ἐν χθονὶ τεῦξεν,οὐδʼ ἐμοῦ ἐστι νόου, οὐδʼ ἑτέρων στομάτωνπάντα γὰρ ἄνδρα παρῆλθε φαεινοτάταις ἀρετῇσιδόξαντα κρατέειν ταῖς ἀρεταῖς ἑτέρων.τοῦ καὶ κάλλεα πάντα, τάπερ πτόλις ἔλλαχεν αὕτη,εἰσὶ φιλοφροσύνης κόσμος ἀρειοτάτης.ἀρχὸς Ἰωάννης Φαρίης ἀρετῶν ἱερήωνἐνθάδε νῦν μετὰ τέρμα φίλῃ παρὰ πατρίδι κεῖται·θνητὸν γὰρ λάχε σῶμα, καὶ εἰ βίον ἄφθιτον ἕξει,ἀθανάτους πρήξεις τε κατὰ χθόνα ῥέξεν ἀπείρους.οὐκ ἀπεδήμησας τιμῆς χάριν, ἀλλὰ τελευτῆς·καὶ χωλός περ ἐὼν ἔδραμες εἰς ἀίδην,Γέσσιε Μοιράων τροχαλώτερε· ἐκ προκοπῆς γὰρἧς εἶχες κατὰ νοῦν, ἐξεκόπης βιότου.Γέσσιος οὐ τέθνηκεν ἐπειγόμενος παρὰ Μοίρης·αὐτὸς τὴν Μοῖραν προὔλαβεν εἰς ἀίδην.