ὧν τὸν κῶρον ἔθρεψε. τί μάν; ἔτι χρησίμα καλεῖται.Ἀρχίλοχον καὶ στᾶθι καὶ εἴσιδε τὸν πάλαι ποιητὰντὸν τῶν ἰάμβων, οὗ τὸ μυρίον κλέοςδιῆλθε κἠπὶ νύκτα καὶ ποτʼ ἀῶ.ἦ ῥά νιν αἱ Μοῦσαι καὶ ὁ Δάλιος ἠγάπευν Ἀπόλλων,ὡς ἐμμελής τʼ ἔγεντο κἠπιδέξιοςἔπεά τε ποιεῖν, πρὸς λύραν τʼ ἀείδειν.μήτε μακρῇ θαρσέων ναυτίλλεο μήτε βαθείῃνηί· κρατεῖ παντὸς δούρατος εἷς ἄνεμος.ὤλεσε καὶ Πρόμαχον πνοιὴ μία, κῦμα δʼ ἓν αὔτωςἀθρόον ἐς κοίλην ἐστυφέλιξεν ἅλα.οὐ μὴν οἱ δαίμων πάντῃ κακός· ἀλλʼ ἐνὶ γαίῃπατρίδι καὶ τύμβου καὶ κτερέων ἔλαχενκηδεμόνων ἐν χερσίν, ἐπεὶ τρηχεῖα θάλασσανεκρὸν πεπταμένους θῆκεν ἐπʼ αἰγιαλούς.οὗτος ὁ Λειάνδροιο διάπλοος, οὗτος ὁ πόντουπορθμὸς, ὁ μὴ μούνῳ τῷ φιλέοντι βαρύς·ταῦθʼ Ἡροῦς τὰ πάροιθεν ἐπαύλια, τοῦτο τὸ πύργου;λείψανον, ὁ προδότης ὧδʼ ἐπέκειτο λύχνος.κοινὸς δʼ ἀμφοτέρους ὅδʼ ἔχει τάφος, εἰσέτι καὶ νῦνκείνῳ τῷ φθονερῷ μεμφομένους ἀνέμῳ.ἐν τῷ ναῷ τῆς ἁγίας Αναστασίας ἐν Θεσσαλόνικᾐτίπτε μάτην γοόωντες ἐμῷ παραμίμνετε τύμβῳ;οὐδὲν ἔχω θρήνων ἄξιον ἐν φθιμένοις.λῆγε γόων καὶ παῦε, πόσις, καὶ παῖδες ἐμεῖοχαίρετε, καὶ μνήμην σῴζετʼ Ἀμαζονίης.Οὐδʼ εἴ μοι γελόωσα καταστορέσειε Γαλήνηκύματα, καὶ μαλακὴν φρῖκα φέροι Ζέφυρος,νηοβάτην ὄψεσθε· δέδοικα γάρ οὓς πάρος ἔτληνκινδύνους ἀνέμοις ἀντικορυσσόμενος,ἀστέρας εἰσαθρεῖς ἀστήρ ἐμός. εἴθε γενοίμηνοὐρανός, ὡς πολλοῖς ὄμμασιν εἰς σὲ βλέπω.ἀστὴρ πρὶν μὲν ἔλαμπες ἐνὶ ζωοῖσιν Ἑῷος·νῦν δὲ θανὼν λάμπεις Ἕσπερος ἐν φθιμένοις.πάντα Χάρων ἄπληστε, τί τὸν νέον ἥρπασας αὕτωςἌτταλον; οὐ σὸς ἔην, κἂν θάνε γηραλέος;χθὼν μὲν ἔχει δέμας ἐσθλόν, ἔχει κλυτὸν οὐρανὸς ἦτορἈνδρέω, ὃς Δαναοῖσι καὶ Ἰλλυριοῖσι δικάσσας,οὐχ ὁσίων κτεάνων καθαρὰς ἐφυλάξατο χεῖρας.εἰ γένος εὐσεβέων ζώει μετὰ τέρμα βίοιο,