καὶ βάτου, ἥν ποτʼ ἐγὼ δήϊον Ἀλκιμένης.ποιμένες οἳ ταύτην ὄρεος ῥάχιν οἰοπολεῖτεαἶγας κεὐείρους ἐμβοτέοντες ὄις,Κλειταγόρῃ, πρὸς Γῆς, ὀλίγην χάριν, ἀλλὰ προσηνῆτίνοιτε, χθονίης εἵνεκα Φερσεφόνης.βληχήσαιντʼ ὄιές μοι, ἐπʼ ἀξέστοιο δὲ ποιμὴνπέτρης συρίζοι πρηέα βοσκομέναις·εἴαρι δὲ πρώτῳ λειμώνιον ἄνθος ἀμέρσαςχωρίτης στεφέτω τύμβον ἐμὸν στεφάνῳ,καί τις ἀπʼ εὐάρνοιο καταχραίνοιτο γάλακτιοἰός, ἀμολγαῖον μαστὸν ἀνασχόμενος,κρηπῖδʼ ὑγραίνων ἐπιτύμβιον εἰσὶ θανόντωνεἰσὶν ἀμοιβαῖαι κἀν φθιμένοις χάριτες.γνώσομαι εἴ τι νέμεις ἀγαθοῖς πλέον, ἢ καὶ ὁ δειλὸςἐκ σέθεν ὡσαύτως ἶσον, ὁδοιπόρʼ, ἔχει.χαιρέτω οὗτος ὁ τύμβος, ἐρεῖς, “ ἐπεὶ Εὐρυμέδοντοςκεῖται τῆς ἱερῆς κοῦφος ὑπὲρ κεφαλῆς.”νήπιον υἱὸν ἔλειπες· ἐν ἡλικίῃ δὲ καὶ αὐτός,Εὐρύμεδον, τύμβου τοῦδε θανὼν ἔτυχες.σοὶ μὲν ἕδρη θείοισι παρʼ ἀνδράσι· τὸν δὲ πολῖταιτιμησεῦντι, πατρὸς μνώμενοι ὡς ἀγαθοῦ.ξεῖνε, Συρακόσιός τοι ἀνὴρ τόδʼ ἐφίεται Ὄρθων,“ χειμερίας μεθύων μηδαμὰ νυκτὸς ἴῃς·καὶ γὰρ ἐγὼ τοιοῦτον ἔχω μόρον, ἀντὶ δὲ [ πολλῆςπατρίδος ὀθνείαν κεῖμαι ἐφεσσάμενος.”Εὐσθένεος τὸ μνῆμα· φυσιγνώμων ὁ σοφιστής,δεινὸς ἀπʼ ὀφθαλμοῦ καὶ τὸ νόημα μαθεῖν.εὖ μιν ἔθαψαν ἑταῖροι ἐπὶ ξείνης ξένον ὄντα,χὐμνοθέτης ἐν τοῖς δαιμονίως φίλος ὤν.πάντων ὧν ἐπέοικεν ἔχειν τεθνεῶθʼ ὁ σοφιστής,καίπερ ἄκικυς ἐὼν, εἶχʼ ἄρα κηδεμόνας.ἡ παῖς ᾤχετʼ ἄωρος ἐν ἑβδόμῳ ἥδʼ ἐνιαυτῷεἰς ἀίδην, πολλῆς ἡλικίης προτέρη,δειλαίη, ποθέουσα τὸν εἰκοσάμηνον ἀδελφόν,νήπιον ἀστόργου γευσάμενον θανάτου.αἰαῖ, λυγρὰ παθοῦσα Περιστέρη, ὡς ἐν ἑτοίμῳἀνθρώποις δαίμων θῆκε τὰ δεινότατα.ὁ μικκὸς τόδʼ ἔτευξε τᾷ ΘραΐσσᾳΜήδειος τὸ μνᾶμʼ ἐπὶ τᾷ ὁδῷ, κἠπέγραψε “ Κλείτας.” ἑξεῖ τὰν χάριν ἁ γυνὰ ἀντʼ ἐκείνων