μάτηρ στῆσε τάφῳ τῷδʼ ἐπὶ μαρμαρίνῳπαρθενικάν, μέτρον τε τεὸν καὶ κάλλος ἔχοισαν,Θερσί· ποτιφθεγκτὰ δʼἔπλεο καὶ φθιμένα.φεῦγε θαλάσσια ἔργα, βοῶν δʼἐπιβάλλευ ἐχέτλῃ,εἲ τί τοι ἡδὺ μακρῆς πείρατʼ ἰδεῖν βιοτῆς·ἠπείρῳ γὰρ ἔνεστι μακρὸς βίος· εἰν ἁλὶ δʼ οὔ πωςεὐμαρὲς εἰς πολιὴν ἀνδρὸς ἰδεῖν κεφαλήν.οὐχ ὁ τρηχὺς ἔλαιος ἐπʼ ὀστέα κεῖνα καλύπτει,οὐδʼ ἡ κυάνεον γράμμα λαλοῦσα πέτρη·ἀλλὰ τὰ μὲν Δολίχης τε καὶ αἰπεινῆς ΔρακάνοιοἸκάριον ῥήσσει κῦμα περὶ κροκάλαις·ἀντὶ δʼ ἐγὼ ξενίης Πολυμήδεος ἡ κενεὴ χθὼνὠγκώθην Δρυόπων διψάσιν ἐν βοτάναις.ἠχήεσσα θάλασσα, τί τὸν Τιμάρεος οὕτωςπλώοντʼ οὐ πολλῇ νηὶ Τελευταγόρην,ἄγρια χειμήνασα, κατεπρηνώσαο πόντῳσὺν φόρτῳ, λάβρον κῦμʼ ἐπιχευαμένη;χὠ μέν που καύηξιν ἢ ἰχθυβόροις λαρίδεσσιντεθρήνητʼ ἄπνους εὐρεῖ ἐπʼ αἰγιαλῷ·Τιμάρης δὲ κενὸν τέκνου κεκλαυμένον ἀθρῶντύμβον, δακρύει παῖδα Τελευταγόρην.ὤλεσεν Αἰγαίου διὰ κύματος ἄγριος ἀρθεὶςλὶψ Ἐπιηρείδην Ὑάσι δυομέναις,αὐτὸν ἑῇ σὺν νηὶ καὶ ἀνδράσιν ᾧ τόδε σῆμαδακρύσας κενεὸν παιδὶ πατὴρ ἔκαμεν.αἰεὶ ληισταὶ καὶ ἁλιφθόροι, οὐδὲ δίκαιοιΚρῆτες· τίς Κρητῶν οἶδε δικαιοσύνην;ὡς καὶ ἐμὲ πλώοντα σὺν οὐκ εὐπίονι φόρτῳΚρηταιεῖς ὦσαν Τιμόλυτον καθʼ ἁλός,δείλαιον. κἠγὼ μὲν ἁλιζώοις λαρίδεσσικέκλαυμαι, τύμβῳ δʼ οὐχ ὕπο Τιμόλυτος.ἀρκεῖ μοι γαίης μικρὴ κόνις· ἡ δὲ περισσὴἄλλον ἐπιθλίβοι πλούσια κεκλιμένονστήλη, τὸ σκληρὸν νεκρῶν βάρος· εἴ με θανόνταγνώσοντʼ, Ἀλκάνδρῳ τοῦτο τί Καλλιτέλευς;τὴν ὀλίγην βῶλον καὶ τοῦτʼ ὀλιγήριον, ὦνερ,σῆμα ποτίφθεγξαι τλάμονος Ἀλκιμένευς,εἰ καὶ πᾶν κέκρυπται ὑπʼ ὀξείης παλιούρου