θῆκεν Ἀθήναιος δήμῳ χάριν, ὡς ἂν ἐναργὴςεἴη κἠν φθονεραῖς ἠέλιος νεφέλαις.Σύρου καὶ Δήλοιο κλύδων μέσος υἷα Μενοίτηνσὺν φόρτῳ Σαμίου κρύψε Διαφανέος,εἰς ὅσιον σπεύδοντα πλόου τάχος· ἀλλὰ θάλασσαἐχθρὴ καὶ νούσῳ πατρὸς ἐπειγομένοις.Ὑμνίδα τὴν Εὐάνδρου, ἐράσμιον αἰὲν ἄθυρμαοἰκογενές, κούρην αἱμύλον εἰναέτιν,ἥρπασας, ὦ ἄλλιστʼ Ἀίδη, τί πρόωρον ἐφιεὶςμοῖραν τῇ πάντως σεῖὸ ποτʼ ἐσσομένῃ;ὕστατον ἐθρήνησε τὸν ὠκύμορον Κλεαρίστηπαῖδα, καὶ ἀμφὶ τάφῳ πικρὸν ἔπαυσε βίονκωκύσασα γὰρ ὅσσον ἐχάνδανε μητρὸς ἀνίη,οὐκέτʼ ἐπιστρέψαι πνεύματος ἔσχε τόνους.θηλύτεραι, τί τοσοῦτον ἐμετρήσασθε τάλαιναιθρῆνον, ἵνα κλαύσητʼ ἄχρι καὶ Ἀίδεω;τί δύστηνʼ ὄλβοιο Φιλόστρατε, ποῦ σοι ἐκεῖνασκῆπτρα καὶ αἱ βασιλέων ἄφθονοι ἐντυχίαι,˘αἷσιν ἐπῃώρησας ἀεὶ βίον; ἦ ἐπὶ Νείλῳδαίοις ὢν περίοπτος ὅροις;ὀθνεῖοι καμάτους τοὺς σοὺς διεμοιρήσαντο,λοίσθια δὴ τάδε πατρὶ φίλῳ περὶ χεῖρε βαλοῦσαεἶπʼ Ἐρατὼ, χλωροῖς δάκρυσι λειβομένα·“ ὦ πάτερ, οὔ τοι ἔτʼ εἰμί, μέλας δʼ ἐμὸν ὄμμα καλύπτειἤδη ἀποφθιμένης κυάνεος θάνατοσ”ὕστατα δὴ τάδʼ ἔειπε φίλην ποτὶ μητέρα Γοργὼδακρυόεσσα, δέρης χερσὶν ἐφαπτομένη·“ αὖθι μένοις παρὰ πατρί, τέκοις δʼ ἐπὶ λῴονι μοίρᾳἄλλαν, σῷ πολιῷ γήραϊ καδεμόνα.”ἐσθλὸς Ἀριστοκράτης ὅτʼ ἀπέπλεεν εἰς Ἀχέροντα,εἶπʼ ὀλιγοχρονίης ἁψάμενος κεφαλῆς·“ παίδων τις μνήσαιτο, καὶ ἑδνώσαιτο γυναῖκα,εἰ καί μιν δάκνοι δυσβίοτος πενίη·ζωὴν στυλώσαιτο· κακὸς δʼ ἄστυλος ἰδέσθαιοἶκος· ὃ δʼ αὖ λῷστον,˘ τἀνέρος ἐσχαρεὼνεὐκίων φαίνοιτο, καὶ ἐν πολυκαέι ὄγκῳἐμπρέποι,˘ αὐγάζων δαλὸν ἐπεσχάριον”ᾔδει Ἀριστοκράτης τὸ κρήγυον ἀλλὰ γυναικῶν,ὤνθρωπʼ, ἤχθαιρεν τὴν ἀλιτοφροσύνην.ἀντί τοι εὐλεχέος θαλάμου σεμνῶν θʼ ὑμεναίων