εἰπέ, κύον, τίνος ἀνδρὸς· ἐφεστὼς σῆμα φυλάσσεις;τοῦ Κυνός. ἀλλὰ τίς ἦν οὗτος ἀνὴρ ὁ κύων;Διογένης. γένος εἰπέ. Σίνωπεύς. ὃςπίθον ᾤκει ;καὶ μάλα· νῦν δὲ θανὼν ἀστέρας οἶκον ἔχει.Διογένευς τόδε σῆμα, σοφοῦ κυνός, ὅς ποτε θυμῷἄρσενι γυμνήτην ἐξεπόνει βίοτον,ᾧ μία τις πήρα, μία διπλοΐς, εἷς ἅμʼ ἐφοίτασκίπων, αὐτάρκους ὅπλα σαοφροσύνας.ἀλλὰ τάφου τοῦδʼ ἐκτὸς ἴτʼ, ἄφρονες, ὡς ὁ Σινωπεὺςἐχθαίρει φαῦλον πάντα καὶ εἰν Ἀίδῃ.βάκτρον καὶ πήρη καὶ διπλόον εἷμα σοφοῖοΔιογένευς βιότου φόρτος ὁ κουφότατος.πάντα φέρω πορθμῆι· λέλοιπα γὰρ οὐδὲν ὑπὲρ γῆς·ἀλλὰ κύον σαίνοις Κέρβερε τόν με κύνα.Ἀίδεω λυπηρὲ διήκονε, τοῦτʼ Ἀχέροντοςὕδωρ ὃς πλώεις πορθμίδι κυανέῃ,δέξαι μʼ, εἰ καί σοι μέγα βρίθεται ὀκρυόεσσαβᾶρις ἀποφθιμένων, τὸν κύνα Διογένην.ὄλπη μοι καὶ πήρη ἐφόλκια, καὶ τὸ παλαιὸνἔσθος, χὠ φθιμένους ναυστολέων ὀβολός.πάνθʼ ὅσα κἠν ζωοῖς ἐπεπάμεθα, ταῦτα παρʼ ᾍδανἔρχομʼ ἔχων λείπω δʼ οὐδὲν ὑπʼ ἠελίῳ.Ἄϊδος ὦ νεκυηγέ, κεχαρμένε δάκρυσι πάντων,ὃς βαθὺ πορθμεύεις τοῦτʼ Ἀχέροντος ὕδωρ,εἰ καί σοι βέβριθεν ὑπʼ εἰδώλοισι καμόντωνὁλκάς, μὴ προλίπῃς Διογένη με κύνα.ὄλπην καὶ σκίπωνα φέρω, καὶ διπλόον εἷμα,καὶ πήρην, καὶ σοὶ ναυτιλίης ὀβολόν.καὶ ζωὸς τάδε μοῦνον, ἃ καὶ νέκυς ὧδε κομίζω,εἶχον· ὑπʼ ἠελίου δʼ οὔ τι λέλοιπα φάει.Κέρβερε δειμαλέην ὑλακὴν νεκύεσσιν ἰάλλων,ἤδη φρικαλέον δείδιθι καὶ σὺ νέκυν·Ἀρχίλοχος τέθνηκε· φυλάσσεο θυμὸν ἰάμβωνδριμύν, πικροχόλου τικτόμενον στόματος.οἶσθα βοῆς κείνοιο μέγα σθένος, εὖτε Λυκάμβεωνηῦς μία σοι δισσὰς ἤγαγε θυγατέρας.νῦν πλέον ἢ τὸ πάροιθε πύλας κρατεροῖο βερέθρουὄμμασιν ἀγρύπνοις τρισσὲ φύλασσε κύον.εἰ γὰρ φέγγος ἔλειπον ἀλυσκάζουσαι ἰάμβων