ναῦν Ἱεροκλείδης ἔσχεν σύγγηρον, ὁμόπλουν,τὴν αὐτὴν ζωῆς καὶ θανάτου σύνοδον,πιστὴν ἰχθυβολεῦντι συνέμπορον. οὔτις ἐκείνηςπώποτʼ ἐπέπλωσεν κῦμα δικαιοτέρη·γήραος ἄχρις ἔβοσκε πονευμένη· εἶτα θανόνταἐκτέρισεν· συνέπλω δʼ ἄχρι καὶ Ἀίδεω.ποιμὴν ὦ μάκαρ, εἴθε κατʼ οὔρεος ἐπροβάτευονκἠγὼ, ποιηρὸν τοῦτʼ ἀνὰ λευκόλοφον,κριοῖς ἁγητῆρσι ποτʼ ἐβληχημένα βάζων,ἢ πικρῇ βάψαι νήοχα πηδάλιαἅλμῃ. τοιγὰρ ἔδυν ὑποβένθιος· ἀμφὶ δὲ ταύτηνθῖνά με ῥοιβδήσας Εὖρος ἐφωρμίσατο.Πύρρος ὁ μουνερέτης ὀλίγῃ νηῒ λεπτὰ ματεύωνφυκία καὶ τριχίνης μαινίδας ἐκ καθέτης,ἠιόνων ἀποτῆλε τυπεὶς κατέδουπε κεραυνῷ·νηῦς δὲ πρὸς αἰγιαλοὺς ἔδραμεν αὐτομάτηἀγγελίην θείῳ καὶ λιγνύϊ μηνύουσα,καὶ φράσαι Ἀργῴην οὐκ ἐπόθησε τρόπιν.παίδων ἀλλαχθέντι μόρῳ ἔπι τοῦτʼ ἐλεεινὴμήτηρ ἀμφοτέρους εἶπε περισχομένη·“ καὶ νέκυν οὐ σέο, τέκνον, ἐπʼ ἤματι τῷδε γοήσεινἤλπισα, καὶ ζωοῖς οὐ σὲ μετεσσόμενον.ὄψεσθαι·νῦν δʼ οἱ μὲν ἐς ὑμέας ἠμείφθησανδαίμονες, ἄψευστον δʼ ἵκετο πένθος ἐμοί.”πᾶσα θάλασσα θάλασσα· τί Κυκλάδας στενὸν Ἕλληςκῦμα καὶ Ὀξείας ἠλεὰ μεμφόμεθα;ἄλλως τοὔνομʼ ἔχουσιν ἐπεὶ τί με, τὸν προφυγ́οντακεῖνα, Σκαρφαιεὺς ἀμφεκάλυψε λιμήν;νόστιμον εὐπλοΐην ἀρῷτό τις· ὡς τά γε πόντουπόντος, ὁ τυμβευθεὶς οἶδεν Ἀρισταγόρης.ῥιγηλὴ ναύταις ἐρίφων δύσις, ἀλλὰ Πύρωνιπουλὺ γαληναίη χείματος ἐχθροτέρη·νῆα γὰρ ἀπνοΐῃ πεπεδημένου ἔφθασε ναύταιςληιστέων ταχινὴ δίκροτος ἐσσυμένη·χεῖμα δέ μιν προφυγόντα γαληναίῳ ἐπʼ ὀλέθρῳἔκτανον ἆ λυγρῆς δειλὲ καχορμισίης.σῆμα δυωδεκάμοιρον ἀφεγγέος ἠελίοιο,τοσσάκις ἀγλώσσῳ φθεγγόμενον στόματι,εὖτʼ ἂν θλιβομένοιο ποτὶ στενὸν ὕδατος ἀὴραὐλὸν ἀποστείλῃ πνεῦμα διωλύγιον,