ἠρνήσαντο καὶ ἄλλαι ἑὸν πάρος οὔνομα νῆσοιἀκλεές, ἐς δʼ ἀνδρῶν ἦλθον ὁμωνυμίην·κληθείητε καὶ ὔμμες Ἐρωτίδες· οὐ νέμεσίς τοι,ὀξεῖαι, ταύτην κλῆσιν ἀμειψαμέναις.παιδὶ γάρ, ὃν τύμβῳ Δίης ὑπεθήκατο βώλου,οὔνομα καὶ μορφὴν αὐτὸς ἔδωκεν Ἔρως.ὦ χθὼν σηματόεσσα, καὶ ἡ παρὰ θινὶ θάλασσα,παιδὶ σὺ μὲν κούφη κεῖσο, σὺ δʼ ἡσυχίη.ἦ χθαμαλὴν ὑπέδυς ὁ τόσος κόνιν; εἰς σέ τις ἀθρῶν,Σώκρατες, Ἑλλήνων μέμψεται ἀκρισίην·νηλέες, οἳ τὸν ἄριστον ἀπώλεσαν, οὐδὲ ἓν αἰδοῖδόντες. τοιοῦτοι πολλάκι Κεκροπίδαι.ἤδη που πάτρης πελάσας σχεδόν, αὔριον, εἶπον,ἡ μακρὴ κατʼ ἐμοῦ δυσπλοΐη κοπάσει.οὔπω χεῖλος ἔμυσε, καὶ ἦν ἴσος Ἄϊδι πόντος,καί με κατέτρυχεν κεῖνο τὸ κοῦφον ἔπος.πάντα λόγον πεφύλαξο τὸν αὔριον· οὐδὲ τὰ μικρὰλήθει τὴν γλώσσης ἀντίπαλον Νέμεσιν.ἢν ἄρα Μιλήτου Φοιβήιον 〈ὅρμον〉 ἵκησθε,λέξατε Διογένει πένθιμον ἀγγελίην,παῖς ὅτι οἱ ναυηγὸς ὑπὸ χθονὶ κεύθεται ἌνδρουΔίφιλος, Αἰγαίου κῦμα πιὼν πελάγευς.κλίμακος ἐξ ὀλίγης ὀλίγον βρέφος ἐν Διοδώρουκάππεσεν, ἐκ δʼ ἐάγη καίριον ἀστράγαλον,δινηθεὶς προκάρηνος. ἐπεὶ δʼ ἴδε θεῖον ἄνακταἀντόμενον, παιδνὰς αὐτίκʼ ἔτεινε χέρας.ἀλλὰ σὺ νηπιάχου δμωός, κόνι, μήποτε βρίθεινὀστέα, τοῦ διετοῦς φειδομένη Κόρακος.καὶ αὐτὴ ἤχλυσεν ἀκρέσπερος ἀντέλλουσαμήνη, πένθος ἑὸν νυκτὶ καλυψαμένη,οὕνεκα τὴν χαρίεσσαν ὁμώνυμον εἶδε Σελήνηνἄπνουν εἰς ζοφερὸν δυομένην ἀίδην.κείνῃ γὰρ καὶ κάλλος ἑοῦ κοινώσατο φωτὸς,καὶ θάνατον κείνης μίξεν ἑῷ κνέφεϊ.Νεκροδόκον κλιντῆρα Φίλων ὁ πρέσβυς ἀείρωνἐγκλιδόν, ὄφρα λάβοι μισθὸν ἐφημέριον,σφάλματος ἐξ ὀλίγοιο πεσὼν θάνεν ἦν γὰρ ἕτοιμοςεἰς ἀίδην, ἐκάλει δʼ ἡ πολιὴ πρόφασινὃν δʼ ἄλλοις ἐφόρει νεκυοστόλον, αὐτὸς ἐφʼ αὑτῷἀσκάντην ὁ γέρων ἀχθοφορῶν ἔλαθεν.