ἐνθάδʼ ἐγὼ Σοφοκλῆς στυγερὸν δόμον Ἄϊδος ἔσβηνκάμμορος, εἴδατι Σαρδῴῳ σελίνοιο γελάσκων.ὣς μὲν ἐγών, ἕτεροι δʼ ἄλλως· πάντες δέ τε πάντως.Βόρχος ὁ βουποίμην ὅτʼ ἐπὶ γλυκὺ κηρίον εἷρπεν,αἰγίλιπα σχοίνῳ πέτρον ἐπερχόμενος,εἵπετό οἱ σκυλάκων τις ὁ καὶ βοσίν, ὃς φάγε λεπτὴνσχοῖνον ἀνελκομένῳ χραινομένην μέλιτι·κάππεσε δʼ εἰς Ἀίδαο· τὸ δʼ ἀτρυγὲς ἀνδράσιν ἄλλοιςκεῖνο μέλι ψυχῆς ὤνιον εἰρύσατο.ἕλκε, τάλαν, παρὰ μητρὸς ὃν οὐκέτι μαστὸν ἀμέλξεις·ἕλκυσον ὑστάτιον νᾶμα καταφθιμένης·ἤδη γὰρ ξιφέεσσι λιπόπνοος· ἀλλὰ τὰ μητρὸςφίλτρα καὶ εἰν ἀίδῃ παιδοκομεῖν ἔμαθεν.ἔρροις, Ἰονίοιο πολυπτοίητε θάλασσα,νηλὴς, Ἀίδεω πορθμὲ κελαινοτάτου,ἣ τόσσους κατέδεξο. τίς ἂν τεά, κάμμορε, λέξαιαἴσυλα, δυστήνων αἶσαν ὀπιζόμενος;Αἰγέα καὶ Λαβέωνα σὺν ὠκυμόροισιν ἑταίροιςνηί τε σὺν πάσῃ βρύξας ἁλιρροθίῃ.εἰδότα κἠπʼἌτλαντα τεμεῖν πόρον, εἰδότα Κρήτηςκύματα καὶ Πόντου ναυτιλίην Μέλανος,Καλλιγένευς Διόδωρον Ὀλύνθιον ἴσθι θανόνταἐν λιμένι, πρῴρης νύκτερον ἐκχύμενον,δαιτὸς ἐκεῖ τὸ περισσὸν ὅτʼ ἤμεεν. ἆ πόσον ὕδωρὤλεσε τὸν τόσσῳ κεκριμένον πελάγει.ἐσχατιαὶ Λιβύων Νασαμωνίδες, οὐκέτι θηρῶνἔθνεσιν ἠπείρου νῶτα βαρυνόμεναι,ἠχοῖ ἐρημαίαισιν ἐπηπύσεσθε λεόντωνὠρυγαῖς ψαμάθους ἄχρις ὑπὲρ Νομάδων,φῦλον ἐπεὶ νήριθμον ἐν ἰχνοπέδαισιν ἀγρευθὲνἐς μίαν αἰχμηταῖς Καῖσαρ ἔθηκεν ὁ παῖς·αἱ δὲ πρὶν ἀγραύλων ἐγκοιτάδες ἀκρώρειαιθηρῶν, νῦν ἀνδρῶν εἰσὶ βοηλασίαι.ἡμιτελῆ θάλαμόν τε καὶ ἐγγύθι νυμφικὰ λέκτρα,κοῦρε, λιπὼν ὀλοὴν οἶμον ἔβης Ἀίδου·Θύνιον Ἀστακίην δὲ μάλʼ ἤκαχες, ἥ σε μάλισταοἰκτρὰ τὸν ἡβητὴν κώκυεν ἠίθεον,Ἱππάρχου κλαίουσα κακὸν μόρον, εἴκοσι ποίαςμοῦνον ἐπεὶ βιότου πλήσαο καὶ πίσυρας.