ὤλετο φορμίγγων τερετίσματα, λῆξαν ἀοιδαί,ὥσπερ Ἰωάννῃ πάντα συνολλύμενα.καὶ τάχα θεσμὸν ἔθηκαν ἐπάξιον ἐννέα Μοῦσαι,τύμβον Ἰωάννης ἀνθʼ Ἑλικῶνος ἔχειν.σοὶ τόδε, Διόγενες, θαλερῆς μνημήιον ἥβηςπόντῳ ἐν Εὐξείνῳ θήκατο Φρὺξ γενέτης,φεῦ, πάτρης ἑκὰς ὅσσον. ἄγεν δέ σε νεῦμα Θεοῖο,πατρὸς ἀδελφειῷ πένθος ὀφειλόμενον,ὅς σε περιστείλας ἱερῇ παλάμῃ τε καὶ εὐχῇγείτονα τῆς μακάρων θῆκε χοροστασίης.Ἑλλανὶς τριμάκαιρα καὶ ἁ χαρίεσσα Λάμαξιςἤστην μὲν πάτρας φέγγεα Λεσβιάδος·ὅκκα δʼ Ἀθηναίῃσι σὺν ὁλκάσιν ἐνθάδε κέλσαςτὰν Μυτιληναίων γᾶν ἀλάπαξε Πάχης,τᾶν κουρᾶν ἀδίκως ἠράσσατο, τὼς δὲ συνεύνωςἔκτανεν, ὡς τήνας τῇδε βιησόμενος.ταὶ δὲ κατʼ Αἰγαίοιο ῥόου πλατὺ λαῖτμα φερέσθην,καὶ ποτὶ τὰν κραναὰν Μοψοπίαν δραμέτηνδάμῳ δʼ ἀγγελέτην ἀλιτήμονος ἔργα Πάχητος,μέσφα μιν εἰς ὀλοὴν κῆρα συνηλασάτην..τοῖα μὲν, ὦ κούρα, πεπονήκατον ἂψ δʼ ἐπὶ πάτρανἥκετον, ἐν δʼ αὐτᾷ κεῖσθον ἀποφθιμένα·εὖ δὲ πόνων ἀπόνασθον, ἐπεὶ ποτὶ σᾶμα συνεύνωνεὕδετον, ἐς κλεινᾶς μνᾶμα σαοφροσύνας·ὑμνεῦσιν δʼ ἔτι πάντες ὁμόφρονας ἡρωίνας,πάτρας καὶ ποσίων πήματα τισαμένας.Εὐμόλπου φίλον υἱὸν ἔχει τὸ Φαληρικὸν οὖδαςΜουσαῖον, φθίμενον σῶμʼ ὑπὸ τῷδε τάφῳ.ὧδε Λίνον Θηβαῖον ἐδέξατο γαῖα θανόντα,Μούσης Οὐρανίης υἱὸν ἐυστεφάνου.Θρήικα χρυσολύρην τῇδʼ Ὀρφέα Μοῦσαι ἔθαψαν,ὃν κτάνεν ὑψιμέδων Ζεὺς ψολόεντι βέλει.ἄνδρα σοφὸν Κλεόβουλον ἀποφθίμενον καταπενθεῖἥδε πάτρα Λίνδος πόντῳ ἀγαλλομένη.πλούτου καὶ σοφίης πρύτανιν πατρὶς ἥδε Κόρινθοςκόλποις ἀγχίαλος γῆ Περίανδρον ἔχει.μήποτε λυπήσῃ σε τὸ μή σε τυχεῖν τινος, ἀλλὰτέρπεο πᾶσιν ὁμῶς οἷσι δίδωσι θεός·καὶ γὰρ ἀθυμήσας ὁ σοφὸς Περίανδρος ἀπέσβη,οὕνεκεν οὐκ ἔτυχεν πρήξιος ἧς ἔθελεν.