λέκτρα σοι ἀντὶ γάμων ἐπιτύμβια, παρθένε κούρη,ἐστόρεσαν παλάμαις πενθαλέαις γενέται.καὶ σὺ μὲν ἀμπλακίας βιότου καὶ μόχθον Ἐλευθοῦςἔκφυγες· οἱ δὲ γόων πικρὸν ἔχουσι νέφος.δωδεκέτιν γὰρ μοῖρα, Μακηδονίη, σε καλύπτει,κάλλεσιν ὁπλοτέρην, ἤθεσι γηραλέην.σοὶ σορὸν εὐλάιγγα, Ῥοδοῖ, καὶ τύμβον ἐγείρει,ῥύσιά τε ψυχῆς δῶρα πένησι νέμει,ἀντʼ εὐεργεσίης γλυκερὸς πόσις· ὅττι θανοῦσαὠκύμορος κείνῳ δῶκας ἐλευθερίην.Πρηΰς, ἐλευθερίην ἐπιειμένος, ἡδὺς ἰδέσθαι,ἐν βιότῳ προλιπὼν υἱέα γηροκόμον,τύμβον ἔχει Θεόδωρος ἐπʼ ἐλπίδι κρέσσονι μοίρης,ὄλβιος ἐν καμάτοις, ὄλβιος ἐν θανάτῳ.Ψυλλὼ πρεσβυγενὴς τοῖς κληρονόμοις φθονέσασα,αὐτὴ κληρονόμος τῶν ἰδίων γέγονενἁλλομένη δὲ τάχος κατέβη δόμον εἰς Ἀίδαο,ταῖς δαπάναις τὸ ζῆν σύμμετρον εὑρομένη.πάντα φαγοῦσα βίον συναπώλετο ταῖς δαπάναισινἥλατο δʼ εἰς ἀίδην, ὡς ἀπεκερμάτισεν,υἱέος ὠκυμόρου θάνατον πενθοῦσα Μενίππηκωκυτῷ μεγάλῳ πνεῦμα συνεξέχεεν,οὐδʼ ἔσχεν παλίνορσον ἀναπνεύσασα γοῆσαι·ἀλλʼ ἅμα καὶ θρήνου παύσατο καὶ βιότου.Ἀττικὸς ἐς ξυνήν με παναγρέος ἐλπίδα Μοίρηςθυμῷ θαρσαλέῳ ζῶν ἐλάχηνε τάφον,παίζων ἐξ ἀρετῆς θανάτου φόβον. ἀλλʼ ἐπὶ δηρὸνἠέλιος σοφίης μιμνέτω ἠελίῳ.ἥρπασέ τις νύμφην, καὶ τὸν γάμον ἥρπασε δαίμων,ψυχῶν συλήσας τερπομένην ἀγέλην.εἷς γάμος εἰκοσιπέντε τάφους ἔπλησε θανόντων.πάνδημος δὲ νεκρὼν εἷς γέγονεν θάλαμος.νύμφη Πενθεσίλεια πολύστονε, νυμφίε Πενθεῦ,ἀμφοτέρων ὁ γάμος πλούσιος ἐν θανάτοις.παρθενικὴν Ἑλένην μετʼ ἀδελφεὸν ἄρτι θανόνταδειλαίη μήτηρ κόψατο διπλασίως.μνηστῆρες δʼ ἐγόησαν ἴσον γόον ἦν γὰρ ἑκάστῳθρηνεῖν τὴν μήπω μηδενὸς ὡς ἰδίην.φεῦ, φεῦ, τὴν δεκάτην Ἑλικωνίδα, τὴν λυραοιδὸνῬώμης καὶ Φαρίης, ἥδε κέκευθε κόνις.