ἡ γλυκερὸν μέλψασα καὶ ἄλκιμον, ἡ θρόον αὐδῆςμούνη θηλυτέρης στήθεσι ῥηξαμένη,κεῖται σιγαλέη· τόσον ἔσθενε νήματα Μοίρης,ὡς λιγυρὰ κλεῖσαι χείλεα Καλλιόπης.οὔτε φύσις θήλεια, καὶ οὐ πολιοῖο καρήνουἀδρανίη φωνῆς σῆς κατέλυσε βίηνἀλλὰ μόλις ξυνοῖσι νόμοις εἴξασα τελευτῆς,φεῦ, φεῦ, Καλλιόπη, σὴν κατέλυσας ὄπα.οὔνομα μὲν Κάλη, φρεσὶ δὲ πλέον ἠὲ προσώπῳ,κάτθανε· φεῦ, Χαρίτων ἐξαπόλωλεν ἔαρ.καὶ γὰρ ἔην Παφίῃ πανομοίιος, ἀλλὰ συνεύνῳμούνῳ· τοῖς δʼ ἑτέροις Παλλὰς ἐρυμνοτάτη.τίς λίθος οὐκ ἐγόησεν, ὅτʼ ἐξήρπαξεν ἐκείνηνεὐρυβίης Ἀίδης ἀνδρὸς ἀπʼ ἀγκαλίδων ;ὥριος εἷχέ σε παστάς, ἀώριος εἷλέ σε τύμβος,εὐθαλέων Χαρίτων ἄνθος, Ἀναστασίη.σοὶ γενέτης, σοὶ πικρὰ πόσις κατὰ δάκρυα λείβει,σοὶ τάχα καὶ πορθμεὺς δακρυχέει νεκύωνοὐ γὰρ ὅλον λυκάβαντα διήνυσας ἄγχι συνεύνου,ἀλλʼ ἑκκαιδεκέτιν, φεῦ, κατέχει σε τάφος.φεῦ, φεῦ, ἀμετρήτων χαρίτων ἔαρ ἡδὺ μαραίνειἀμφὶ σοὶ ὠμοφάγων χεῖμα τὸ νερτερίων.καὶ σὲ μὲν ἥρπασε τύμβος ἀπʼ ἠελιώτιδος αἴγλης,πέμπτον ἐφʼ ἑνδεκάτῳ πικρὸν ἄγουσαν ἔτος,σὸν δὲ πόσιν γενέτην τε κακαῖς ἀλάωσεν ἀνίαις,οἷς πλέον ἠελίου λάμπες, Ἀναστασίη.Εὐστάθιε, γλυκερὸν μὲν ἔχεις τύπον ἀλλά σε κηρὸνδέρκομαι, οὐδʼ ἔτι σοι κεῖνο τὸ λαρὸν ἔποςἕζεται ἐν στομάτεσσι· τεὴ δʼ εὐάνθεμος ἥβη,αἰαῖ, μαψιδίη νῦν χθονός ἐστι κόνις.πέμπτου καὶ δεκάτου γὰρ ἐπιψαύσας ἐνιαυτοῦτετράκις ἓξ μούνους ἔδρακες ἠελίους·οὐδὲ τεοῦ πάππου θρόνος ἤρκεσεν, οὐ γενετῆροςὄλβος. πᾶς δὲ τεὴν εἰκόνα δερκόμενοςτὴν ἄδικον Μοῖραν καταμέμφεται, οὕνεκα τοίην,ἆ μέγα νηλειής, ἔσβεσεν ἀγλαΐην.ἄγριός ἐστι Χάρων. πλέον ἤπιος. ἥρπασεν ἤδητὸν νέον. ἀλλὰ νόῳ τοῖς πολιοῖσιν ἴσον.τερπωλῆς δʼ ἀπέπαυσεν. Ἀπεστυφέλιξε δὲ μόχθων.οὐκ ἐνόησε γάμους. οὐδὲ γάμων ὀδύνας.