μηδὲν ἀπαγγείλειας ἐς Ἀντιόχειαν, ὁδῖτα,μὴ πάλιν οἰμώξῃ χεύματα Κασταλίης,οὕνεκεν ἐξαπίνης Εὐστόργιος ἔλλιπε μοῦσαν,θεσμῶν τʼ Αὐσονίων ἐλπίδα μαψιδέην,ἑβδόματον δέκατόν τε λαχὼν ἔτος· ἐς δὲ κονίηνἠμείφθη κενεὴν εὔσταχυς ἡλικίη.καὶ τὸν μὲν κατέχει χθόνιος τάφος· ἀντὶ δʼ ἐκείνουοὔνομα καὶ γραφίδων χρώματα δερκόμεθα.κλεινὸς Ἰωάννης. θνητός, λέγε. γαμβρὸς ἀνάσσης.θνητὸς ὅμως. γενεῆς ἄνθος Ἀναστασίου.θνητοῦ κἀκείνου. βίον ἔνδικος. οὐκέτι τοῦτοθνητὸν ἔφης· ἀρεταὶ κρείσσονές εἰσι μόρου.Ὑπατίου τάφος εἰμί· νέκυν δʼ οὔ φημι καλύπτειντόσσου τόσσος ἐὼν Αὐσονίων προμάχου·γαῖα γὰρ αἰδομένη λιτῷ μέγαν ἀνέρα χῶσαισήματι, τῷ πόντῳ μᾶλλον ἔδωκεν ἔχειν.αὐτὸς ἄναξ νεμέσησε πολυφλοίσβοισι θαλάσσηςκύμασιν, Ὑπατίου σῶμα καλυψαμένοις·ἤθελε γάρ μιν ἔχειν γέρας ὕστατον, οἷα θανόντα,καὶ μεγαλοφροσύνης κρύψε θάλασσα χάριν.ἔνθεν, πρηϋνόου κραδίης μέγα δεῖγμα, φαεινὸντίμησεν σήματι σήματι τῷδε νέκυν.τὰν πάρος ἀνθήσασαν ἐν ἀγλαΐᾳ καὶ ἀοιδᾷ,τὰν πολυκυδίστου μνάμονα θεσμοσύνας,Εὐγενίαν κρύπτει χθονία κόνις· αἱ δʼ ἐπὶ τύμβῳκείραντο πλοκάμους Μοῦσα, Θέμις, Παφίη.μνῆμα σόν, ὦ Θεόδωρε, πανατρεκές, οὐκ ἐπὶ τύμβῳ,ἀλλʼ ἐνὶ βιβλιακῶν μυριάσιν σελίδων,αἷσιν ἀνεζώγρησας ἀπολλυμένων, ἀπὸ λήθηςἁρπάξας, νοερῶν μόχθον ἀοιδοπόλων.κάτθανε μὲν Θεόδωρος· ἀοιδοπόλων δὲ παλαιῶνπληθὺς οἰχομένη νῦν θάνεν ἀτρεκέως.πᾶσα γὰρ ἐμπνείοντι συνέπνεε, πᾶσα δʼ ἀπέσβησβεννυμένου· κρύφθη δʼ εἰν ἑνὶ πάντα τάφῳ.ναὶ μὰ τὸν ἐν γαίῃ πύματον δρόμον, οὔτε μʼ ἄκοιτιςἔστυγεν, οὔτʼ αὐτὸς Θεύδοτος Εὐγενίηςἐχθρὸς ἑκὼν γενόμην ἀλλὰ φθόνος ἠέ τις ἄτηἡμέας ἐς τόσσην ἤγαγεν ἀμπλακίην.νῦν δʼ ἐπὶ Μινῴην καθαρὴν κρηπῖδα μολόντεςἀμφότεροι λευκὴν ψῆφον ἐδεξάμεθα.