οὔποτέ με κρύψεις ὑπὸ πυθμένα νείατον αἴηςτόσσον, ὅσον κρύψαι πάνσκοπον ὄμμα Δίκης.ἀντὶ φόνου τάφον ἄμμι χαρίζεαι, ἀλλὰ καὶ αὐτὸςἴσων ἀντιτύχοις οὐρανόθεν χαρίτων.χαῖρέ μοι, ὦ ναυηγέ, καὶ εἰς Ἀίδαο περήσαςμέμφεο μὴ πόντου κύμασιν, ἀλλʼ ἀνέμοις.κεῖνοι μὲν σ’ ἐδάμασσαν ἁλὸς δέ σε μείλιχον ὕδωρἐς χθόνα καὶ πατέρων ἐξεκύλισε τάφους.Ἀβάλε μηδʼ ἐγένοντο γάμοι, μὴ νύμφια λέκτρα·οὐ γὰρ ἂν ὠδίνων ἐξεφάνη πρόφασις.νῦν δʼ ἡ μὲν τριτάλαινα γυνὴ τίκτουσα κάθηται,γαστρὶ δὲ δυσκόλπῳ νεκρὸν ἔνεστι τέκος·τρισσὴ δʼ ἀμφιλύκη δρόμον ἤνυσεν, ἐξότε μίμνειτὸ βρέφος ἀπρήκτοις ἐλπίσι τικτόμενον.κούφη σοὶ τελέθει γαστήρ, τέκος, ἀντὶ κονίης·αὕτη γάρ σε φέρει, καὶ χθονὸς οὐ χατέεις.Πλώεις ναυηγόν με λαβὼν καὶ σήματι χώσας ;πλῶε, Μαλειάων ἄκρα φυλασσόμενος·αἰεὶ δʼ εὐπλοΐην μεθέποις φίλος· ἢν δέ τι ῥέξῃἄλλο Τύχη, τούτων ἀντιάσαις χαρίτων.Μύγδων τέρμα βίοιο λαχὼν, αὐτόστολος ἦλθενεἰς ἀίδην, νεκύων πορθμίδος οὐ χατέων.ἣν γὰρ ἔχε ζώων βιοδώτορα, μάρτυρα μόχθων,ἄγραις εἰναλίαις πολλάκι βριθομένην,τήνδε καὶ ἐν θανάτῳ λάχε σύνδρομον, εὖτε τελευτὴνεὕρετο συλλήξας ὁλκάδι καιομένῃ.οὕτω πιστὸν ἄνακτι πέλεν σκάφος, οἶκον ἀέξονΜύγδονι, καὶ σύμπλουν ἐς βίον, ἐς θάνατον,οὔτι σε πόντος ὄλεσσε καὶ οὐ πνείοντες ἀῆται,ἀλλʼ ἀκόρητος ἔρως φοιτάδος ἐμπορίης.εἴη μοι γαίης ὀλίγος βίος· ἐκ δὲ θαλάσσηςἄλλοισιν μελέτω κέρδος ἀελλομάχον.χθών σε τέκεν, πόντος δὲ διώλεσε, δέκτο δὲ θῶκοςΠλουτῆος· κεῖθεν δʼ οὐρανὸν εἰσανέβης.οὐχ ὡς ναυηγὸς δὲ βυθῷ θάνες, ἀλλʼ ἵνα πάντωνκλήροις ἀθανάτων, Πάμφιλε, κόσμον ἄγῃς.Δαμόχαρις Μοίρης πυμάτην ὑπεδύσατο σιγήν.φεῦ· τὸ καλὸν Μούσης βάρβιτον ἠρεμέει·ὤλετο γραμματικῆς ἱερὴ βάσις. ἀμφιρύτη Κῶς,καὶ πάλι πένθος ἔχεις οἷον ἐφʼ Ἱπποκράτει.