ξυνὴ δʼ ἀμφοτέρους κατέχει παγίς· εἰν ἑνὶ δʼ ἄμφωκεῖνται, συζυγίης οὐκέτι παυόμενοι.Χειρεδίου τόδε σῆμα, τὸν ἔτρεφεν Ἀτθὶς ἄρουραεἰκόνα ῥητήρων τῆς προτέρης δεκάδος,ῥηιδίως πείθοντα δικασπόλον· ἀλλὰ δικάζωνοὔποτε τῆς ὀρθῆς οὐδʼ ὅσον ἐτράπετο.θεσμοὶ μὲν μεμέληντο συνήθεες Ἀγαθονίκῳ·μοῖρα δὲ δειμαίνειν οὐ δεδάηκε νόμους·ἀλλά μιν ἁρπάξασα σοφῶν ἤμερσε θεμίστων,οὔπω τῆς νομίμης ἔμπλεον ἡλικίης.οἰκτρὰ δʼ ὑπὲρ τύμβοιο κατεστονάχησαν ἑταῖροικείμενον, οὗ θιάσου κόσμον ὀδυρόμενοι·ἡ δὲ κόμην τίλλουσα γόῳ πληκτίζετο μήτηρ,αἰαῖ, τὸν λαγόνων μόχθον ἐπισταμένη.ἔμπης ὄλβιος οὗτος, ὃς ἐν νεότητι μαρανθεὶςἔκφυγε τὴν βιότου θᾶσσον ἀλιτροσύνην.σῆμα Ῥόδης· Τυρίη δὲ γυνὴ πέλεν ἀντὶ δὲ πάτρηςἵκετο τήνδε πόλιν, κηδομένη τεκέων.αὕτη ἀειμνήστοιο λέχος κόσμησε Γεμέλλου,ὃς πάρος εὐνομίης ἴδμονα θῆκε πόλιν.γρηῢς μὲν μόρον εὗρεν, ὄφελλε δὲ μυρία κύκλαζώειν τῶν ἀγαθῶν οὐ δεχόμεσθα κόρον.κάτθανες, ὦ Πύρρων; ἐπέχω. πυμάτην μετὰ μοῖρανφὴς ἐπέχειν; ἐπέχω. σκέψιν ἔπαυσε τάφος.ὅστις με τριόδοισι μέσαις τάρχυσε θανόντα,λυγρὰ παθὼν τύμβου μηδʼ ὀλίγοιο τύχοι,πάντες ἐπεὶ Τίμωνα νέκυν πατέουσιν ὁδῖται,καὶ μόρος ἄμμι μόνοις ἄμμορος ἡσυχίης.τὸν κρατερὸν Πανοπῆα, τὸν ἀγρευτῆρα λεόντων,τὸν λασιοστέρνων παίγνια παρδαλίων,τύμβος ἔχει· γλαφυρῆς γὰρ ἀπὸ χθονὸς ἔκτανε δεινὸςσκορπίος, οὐτήσας ταρσὸν ὀρεσσιβάτην.αἰγανέη δὲ τάλαινα σίγυνά τε πὰρ χθονὶ κεῖται,αἰαῖ, θαρσαλέων παίγνια δορκαλίδων.Πέτρου ὁρᾷς ῥητῆρος ἀεὶ γελόωσαν ὀπωπήν,ἐξόχου εἰν ἀγοραῖς, ἐξόχου. ἐν φιλίῃ.ἐν δὲ Διωνύσου θηεύμενος ὤλετο μοῦνος,ὑψόθεν ἐκ τέγεος σὺν πλεόνεσσι πεσών,βαιὸν ἐπιζήσας, ὅσον ἤρκεσε. τοῦτον ἔγωγεἄγριον οὐ καλέω, τὸν δὲ φύσει θάνατον.