καὶ κούρης χάλκειον ἐπεὶ τύπον ἐφράσατʼ ἄλλῃκείμενον ἀκλειῶς, τῷδʼ ἐπέθηκε κύκλῳ.αὐτὴν Θειοδότην ὁ ζωγράφος. αἴθε δὲ τέχνηςἤμβροτε, καὶ λήθην δῶκεν ὀδυρομένοις.γαῖα, καὶ Εἰλείθυια, σὺ μὲν τέκες, ἡ δὲ καλύπτεις·χαίρετον ἀμφοτέρας ἤνυσα τὸ στάδιον.εἶμι δέ, μὴ νοέων πόθι νίσομαι· οὐδὲ γὰρ ὑμέαςἢ τίνος ἢ τίς ἐὼν οἶδα πόθεν μετέβην.Κανδαύλου τόδε σῆμα· δίκη δʼ ἐμὸν οἶτον ἰδοῦσαοὐδὲν ἀλιτραίνειν τὴν παράκοιτιν ἔφη.ἤθελε γὰρ δισσοῖσιν ὑπʼ ἀνδράσι μηδὲ φανῆναι,ἀλλʼ ἢ τὸν πρὶν ἔχειν, ἢ τὸν ἐπιστάμενον.χρῆν ἄρα Κανδαύλην παθέειν κακὸν οὐ γὰρ ἂν ἔτληδεῖξαι τὴν ἰδίην ὄμμασιν ἀλλοτρίοις.ἑπτά με δὶς λυκάβαντας ἔχουσαν ἀφήρπασε δαίμων,ἣν μούνην Διδύμῳ πατρὶ Θάλεια τέκεν.ἆ Μοῖραι, τί τοσοῦτον ἀπηνέες, οὐδʼ ἐπὶ παστοὺςἠγάγετʼ οὐδʼ ἐρατῆς ἔργα τεκνοσπορίης;οἱ μὲν γὰρ γονέες με γαμήλιον εἰς Ὑμέναιονμέλλον ἄγειν στυγεροῦ δʼ εἰς Ἀχέροντος ἔβην.ἀλλὰ θεοί, λίτομαι, μητρός γε γόους πατέρος τεπαύσατε, τηκομένων εἵνεκʼ ἐμεῦ φθιμένης.ναὶ λίτομαι, παροδῖτα, φίλῳ κατάλεξον ἀκοίτῃ,εὖτʼ ἂν ἐμὴν λεύσσῃς πατρίδα Θεσσαλίην“ κάτθανε σὴ παράκοιτις, ἔχει δέ μιν ἐν χθονὶ τύμβος,αἰαῖ, Βοσπορίης ἐγγύθεν ἠιόνος·ἀλλά μοι αὐτόθι τεῦχε κενήριον ἐγγύθι σεῖο,ὄφρʼ ἀναμιμνῄσκῃ τῆς ποτε κουριδίης.”Δουλκίτιον μὲν ἄνακτες ἄκρον βιότοιο πρὸς ὄλβονἤγαγον ἐξ ἀρετῆς καὶ κλέος ἀνθυπάτωνὡς δὲ Φύσις μιν ἔλυσεν ἀπὸ χθονός, ἀθάνατοι μὲναὐτὸν ἔχουσι θεοί, σῶμα δὲ σηκὸς ὅδε.Ὀρφέος οἰχομένου, τάχα τις τότε λείπετο Μοῦσα·σεῦ δέ, Πλάτων, φθιμένου, παύσατο καὶ κιθάρη·ἦν γὰρ ἔτι προτέρων μελέων ὀλίγη τις ἀπορρὼξἐν σαῖς σῳζομένη καὶ φρεσὶ καὶ παλάμαις.οὐχ ὁσίοις λεχέεσσιν ἐτέρπετο λάθριος ἀνήρ,λέκτρον ὑποκλέπτων ἀλλοτρίης ἀλόχου·ἐξαπίνης δὲ δόμων ὀροφὴ πέσε, τοὺς δὲ κακούργουςἔσκεπεν, ἀλλήλοις εἰσέτι μισγομένους.