ᾌδης μὲν σύλησεν ἐμῆς νεότητος ὀπώρην,κρύψε δὲ παππῴῳ μνήματι τῷδε λίθος.οὔνομα Ῥουφῖνος γενόμην, παῖς Αἰθερίοιο,μητρὸς δʼ ἐξ Ἀγάθης· ἀλλὰ μάτην γενόμην.ἐς γὰρ ἄκρον μούσης τε καὶ ἥβης ἧκον ἐλάσσας,φεῦ, σοφὸς εἰς ἀίδην, καὶ νέος εἰς ἔρεβος.κώκυε καὶ σὺ βλέπων τάδε γράμματα μακρόν, ὁδῖτα·δὴ γὰρ ἔφυς ζῳῶν ἢ πάις ἠὲ πατήρ.εἶδεν Ἀκεστορίη τρία πένθεα· κείρατο χαίτηνπρῶτον ἐφʼ Ἱπποκράτει, καὶ δεύτερον ἀμφὶ Γαληνῷ·καὶ νῦν Ἀβλαβίου γοερῷ περὶ σήματι κεῖται,αἰδομένη μετὰ κεῖνον ἐν ἀνθρώποισι φανῆναι.εἰ καὶ ἐπὶ ξείνης σε, Λεόντιε, γαῖα καλύπτει,εἰ καὶ ἐρικλαύτων τῆλʼ ἔθανες γονέων,πολλά σοι ἐκ βλεφάρων ἐχύθη περιτύμβια φωτῶνδάκρυα, δυστλήτῳ πένθεϊ δαπτομένων.πᾶσι γὰρ ἦσθα λίην πεφιλημένος, οἷά τε πάντωνξυνὸς ἐὼν κοῦρος, ξυνὸς ἐὼν ἕταρος.αἰαῖ, λευγαλέη καὶ ἀμείλιχος ἔπλετο Μοῖρα,μηδὲ τεῆς ἥβης, δύσμορε, φεισαμένη.ἡ Φύσις ὠδίνασα πολὺν χρόνον ἀνέρʼ ἔτικτενἄξιον εἰς ἀρετὴν τῶν προτέρων ἐτέων,τὸν Κρατερὸν σοφίην τε καὶ οὔνομα, τὸν καὶ ἀνιγροῖςκινήσαντα γόῳ δάκρυον ἀντιπάλοις.εἰ δὲ νέος τέθνηκεν, ὑπέρτερα νήματα Μοίρηςμέμφεο, βουλομένης κόσμον ἄκοσμον ἔχειν.ὦ φθέγμα Κρατεροῖο, τί σοι πλέον εἴ γε καὶ αὐδῆςἔπλεο καὶ σιγῆς αἴτιον ἀντιπάλοις;ζῶντος μὲν γὰρ ἅπαντες ἐφώνεον· ἐκ δὲ τελευτῆςὑμετέρης ἰδίην αὖθις ἔδησαν ὄπα.οὔτις γὰρ μετὰ σεῖο μόρον τέτληκε τανύσσαιὦτα λόγοις· κρατερῷ δʼ ἓν τέλος ἠδὲ λόγοις.σιγᾷς Χρυσεόμαλλε τὸ χάλκεον, οὐκέτι δʼ ἡμῖνεἰκόνας ἀρχεγόνων ἐκτελέεις μερόπωννεύμασιν ἀφθόγγοισι· τεὴ δʼ, ὄλβιστε, σιωπὴνῦν στυγερὴ τελέθει, τῇ πρὶν ἐθελγόμεθα.τῇδὲ ποτʼ ἀκτερέιστον ἐδέξατο γαῖα χανοῦσαΛαοδίκην, δηΐων ὕβριν ἀλευομένην.σῆμα δʼ ἀμαλδύναντος ἀνωίστοιο χρόνοιο,Μάξιμος ἔκδηλον θῆκʼ Ἀσίης ὕπατος,