Πηνειοῦ παρὰ χῦμα γὰρ ὤλετο. φεῦ τάλαν ὅστιςΝηρεΐδων Νύμφας ἔσχεν ἀπιστοτέρας.Λητόιος καὶ Παῦλος ἀδελφεὼ ἄμφω ἐόντεξυνὴν μὲν βιότου συζυγίην ἐχέτην,ξυνὰ δὲ καὶ Μοίρης λαχέτην λίνα, καὶ παρὰ θῖναΒοσπορίην ξυνὴν ἀμφεβάλοντο κόνιν.οὐδὲ γὰρ ἀλλήλοιν ζώειν ἀπάνευθε δυνάσθην,ἀλλὰ συνετρεχέτην καὶ παρὰ Φερσεφόνην.χαίρετον ὦ γλυκερὼ καὶ ὁμόφρονε· σήματι δʼ ὑμέωνὤφελεν ἱδρῦσθαι βωμὸς Ὁμοφροσύνης.ὦ ξένε, τί κλαίεις; διὰ σὸν μόρον. οἶσθα τίς εἰμι;οὐ μὰ τὸν ἀλλʼ ἔμπης οἰκτρὸν ὁρῶ τὸ τέλος.ἐσσὶ δὲ τίς; Περίκλεια. γυνὴ τίνος; ἀνδρὸς ἀρίστου,ῥήτορος, ἐξ Ἀσίης, οὔνομα Μεμνονίου.πῶς δέ σε Βοσπορίη κατέχει κόνις; εἴρεο μοῖραν,ἥ μοι τῆλε πάτρης ξεῖνον ἔδωκε τάφον.παῖδα λίπες ; τριέτηρον, ὃς ἐν μεγάροισιν ἀλύωνἐκδέχεται μαζῶν ἡμετέρων σταγόνα.αἴθε καλῶς ζώοι. ναί, ναί, φίλος, εὔχεο κείνῳ,ὄφρα μοι ἡβήσας δάκρυ φίλον σταλάοι.Ζωσίμη, ἡ πρὶν ἐοῦσα μόνῳ τῷ σώματι δούλη,καὶ τῷ σώματι νῦν εὗρεν ἐλευθερίην.Λατύπος Ἀρχιτέλης Ἀγαθάνορι παιδὶ θανόντιχερσὶν ὀιζυραῖς ἡρμολόγησε τάφον,αἰαῖ, πέτρον ἐκεῖνον, ὃν οὐκ ἐκόλαψε σίδηρος,ἀλλʼ ἐτάκη πυκινοῖς δάκρυσι τεγγόμενος..φεῦ, στήλη φθιμένῳ κούφη μένε, κεῖνος ἵνʼ εἴπῃ·ὄντως πατρῴη χεὶρ ἐπέθηκε λίθον.ἐς πόσιν ἀθρήσασα παρʼ ἐσχατίης λίνα μοίρηςᾔνεσα καὶ χθονίους, ᾔνεσα καὶ ζυγίους·τοὺς μὲν, ὅτι ζωὸν λίπον ἀνέρα· τοὺς δʼ, ὅτι τοῖον.ἀλλὰ πατήρ μίμνοι παισὶν ἐφʼ ἡμετέροις.τοῦτο σαοφροσύνας ἀντάξιον εὕρεο, Νοστώ·δάκρυά σοι γαμέτας σπεῖσε καταφθιμένᾳ.νηλειὴς Ἀίδης· ἐπὶ σοὶ δʼ ἐγέλασσε θανόντι,Τίτυρε, καὶ νεκύων θῆκέ σε μιμολόγον.τρεῖς ἐτέων δεκάδες, Μαίης χρόνος· ἐς τρία δʼ ἄλλαἔτρεχεν, ἀλλʼ Ἀίδης πικρὸν ἔπεμψε βέλος·θηλυτέρην δʼ ἥρπαξε ῥόδων καλύκεσσιν ὁμοίην,πάντʼ ἀπομαξαμένην ἔργα τὰ Πηνελόπης.