θηγαλέον ποταμοῦ Βιστονίοιο τρύφος.καὶ τὸ μὲν ἡρπάσθη δίναις μέρος· ἡ δὲ τεκοῦσαλειφθὲν ὕπερθε τάφῳ μοῦνον ἔθηκε κάρα.μυρομένη δὲ τάλαινα, τέκος, τέκος, εἶπε, “τὸμέν σουπυρκαϊή, τὸ δέ σου πικρὸν ἔθαψεν ὕδωρ.”πάντα τις ἀρήσαιτο φυγεῖν πλόον, ὁππότε καὶ σύ,Θεύγενες, ἐν Λιβυκῷ τύμβον ἔθευ πελάγει,ἡνίκα σοι κεκμηὸς ἐπέπτατο φορτίδι νηὶοὖλον ἀνηρίθμων κεῖνο νέφος γεράνων.εἰπέ, ποτὶ Φθίαν εὐάμπελον ἢν ποθʼ ἵκηαικαὶ πόλιν ἀρχαίαν, ὦ ξένε, Θαυμακίαν.ὡς δρυμὸν Μαλεαῖον ἀναστείβων ποτʼ ἔρημονεἶδες Λάμπωνος τόνδʼ ἐπὶ παιδὶ τάφονΔερξίᾳ, ὅν ποτε μοῦνον ἕλον δόλῳ, οὐδʼ ἀναφανδόν,κλῶπες ἐπὶ Σπάρταν δῖαν ἐπειγόμενον.τὴν ἀπὸ πυρκαϊῆς ἐνδέξια φασι κέλευθονἙρμῆν τοὺς ἀγαθοὺς εἰς Ῥαδάμανθυν ἄγειν,ᾗ καὶ Ἀριστόνοος, Χαιρεστράτου οὐκ ἀδάκρυτοςπαῖς, ἡγησίλεω δῶμʼ Ἄϊδος κατέβη.εἶχε κορωνοβόλον πενίης λιμηρὸν Ἀρίστωνὄργανον, ᾧ πτηνὰς ἠκροβόλιζε χένας,ἦκα παραστείχων δολίην ὁδόν, οἷος ἐκείναςψεύσασθαι λοξοῖς ὄμμασι φερβομένας.νῦν δʼ ὁ μὲν εἰν ἀίδῃ· τὸ δὲ οἱ βέλος ὀρφανὸν ἤχουκαὶ χερός· ἡ δʼ ἄγρη τύμβον ὑπερπέταται.τὰν στάλαν ἐχάραξε Βιάνωρ οὐκ ἐπὶ ματρί,οὐδʼ ἐπὶ τῷ γενέτᾳ, πότμον ὀφειλόμενον,παρθενικᾷ δʼ ἐπὶ παιδί· κατέστενε δʼ, οὐχ Ὑμεναίῳ,ἀλλʼ Ἀίδᾳ νύμφαν δωδεκέτιν κατάγων.τίς Δαίμων Ἀργεῖος ἐπʼ ἠρίῳ; ἆρα σύναιμοςἐστὶ Δικαιοτέλους; ἐστὶ Δικαιοτέλους.ἠχὼ τοῦτʼ ἐλάλησε πανύστατον, ἢ τόδʼ ἀληθές,κεῖνος ὅδʼ ἐστὶν ἀνήρ; κεῖνος ὅδʼ ἐστὶν ἀνήρ.Πέτρος ἔτʼ ἐν Σιπύλῳ Νιόβη θρήνοις ἀναλύζειἑπτὰ δὶς ὠδίνων δυρομένη θάνατονλήξει δʼ οὐδʼ αἰῶνι γόου. τί δʼ ἀλαζόνα μῦθονφθέγξατο, τὸν ζωῆς ἅρπαγα καὶ τεκέων ;Ναυηγὸς γλαυκοῖο φυγὼν Τρίτωνος ἀπειλὰςἈνθεὺς Φθιώτην οὐ φύγεν αἰνόλυκον·