ποντοπορῶν, αὐτῇ Πλειάδι συγκατέδυς.οὐκέθʼ ὁμοῦ χιμάροισιν ἔχειν βίον, οὐκέτι ναίεινὁ τραγόπους ὀρέων Πὰν ἐθέλω κορυφάς.τί γλυκύ μοι, τί ποθεινὸν ἐν οὔρεσιν; ὤλετο Δάφνις,Δάφνις ὃς ἡμετέρῃ πῦρ ἔτεκε κραδίῃ.ἄστυ τόδʼ οἰκήσω· θηρῶν δέ τις ἄλλος ἐπʼ ἄγρηνστελλέσθω. τὰ πάροιθʼ οὐκέτι Πανὶ φίλα.οὐδὲ θανὼν ὁ πρέσβυς ἑῷ ἐπιτέτροφε τύμβῳβότρυν ἀπʼ οἰνάνθης ἥμερον, ἀλλὰ βάτον,καὶ πνιγόεσσαν ἄχερδον, ἀποστύφουσαν ὁδιτῶνχείλεα καὶ δίψει καρφαλέον φάρυγα.ἀλλά τις Ἱππώνακτος ἐπὴν παρὰ σῆμα νέηται,εὐχέσθω κνώσσειν εὐμενέοντα νέκυν.ἠρίον οὐκ ἐπὶ πατρί, πολυκλαύτου δʼ ἐπὶ παιδὸςΛῦσις ἄχει κενεὴν τήνδʼ ἀνέχωσε κόνιν,οὔνομα ταρχύσας, ἐπεὶ οὐχ ὑπὸ χεῖρα τοκήωνἤλυθε δυστήνου λείψανα Μαντιθέου.Μάνης οὗτος ἀνὴρ ἦν ζῶν ποτε· νῦν δὲ τεθνηκὼςἶσον Δαρείῳ τῷ μεγάλῳ δύναται.οὐ προϊδών, Θεότιμε, κακὴν δύσιν ὑετίοιοἀρκτούρου, κρυερῆς ἥψαο ναυτιλίης,ἥ σε, διʼ Αἰγαίοιο πολυκλήιδι θέοντανηί, σὺν οἷς ἑτάροις ἤγαγεν εἰς ἀίδην.αἰαῖ, Ἀριστοδίκη δὲ καὶ Εὔπολις, οἳ σ’ ἐτέκοντο,μύρονται, κενεὸν σῆμα περισχόμενοι.πρὸς σὲ Διὸς Ξενίου γουνούμεθα, πατρὶ Χαρίνῳἄγγειλον Θήβην, ὦνερ, ἐπʼ Αἰολίδαμῆνιν καὶ Πολύνικον ὀλωλότε, καὶ τόδε φαίης,ὡς οὐ τὸν δόλιον κλαίομεν ἄμμι μόρον,καίπερ ὑπὸ Θρῃκῶν φθίμενοι χερός, ἀλλὰ τὸ κείνουγῆρας ἐν ἀργαλέῃ κείμενον ὀρφανίῃ.ἔστης ἐν προμάχοις, Χαιρωνίδη, ὧδʼ ἀγορεύσας,ἢ μόρον, ἢ νίκαν, Ζεῦ, πολέμοιο δίδου,ἡνίκα τοι περὶ Τάφρον Ἀχαιίδα τῇ τότε νυκτὶδυσμενέες θρασέος δῆριν ἔθεντο πόνου.ναὶ μὴν ἀντʼ ἀρετῆς σε διακριδὸν Ἆλις ἀείδει,θερμὸν ἀνὰ ξείνην αἷμα χέαντα κόνιν.Ἕβρου χειμερίοις ἀταλὸς κρυμοῖσι δεθέντοςκοῦρος ὀλισθηροῖς ποσσὶν ἔθραυσε πάγον,τοῦ παρασυρομένοιο περιρραγὲς αὐχένʼ ἔκοψεν