Ἡσίοδος Μούσαις Ἑλικωνίσι τόνδʼ ἀνέθηκα,ὕμνῳ νικήσας ἐν Χαλκίδι θεῖον Ὅμηρον.Ἄσκρη μὲν πατρὶς πολυλήιος, ἀλλὰ θανόντοςὀστέα πληξίππων γῆ Μινυῶν κατέχειἩσιόδου, τοῦ πλεῖστον ἐν ἀνθρώποις κλέος ἐστὶνἀνδρῶν κρινομένων ἐν βασάνῳ σοφίης.Λοκρίδος ἐν νέμεϊ σκιερῷ νέκυν Ἡσιόδοιονύμφαι κρηνίδων λοῦσαν ἀπὸ σφετέρων,καὶ τάφον ὑψώσαντο· γάλακτι δὲ ποιμένες αἰγῶνἔρραναν, ξανθῷ μιξάμενοι μέλιτι·τοίην γὰρ καὶ γῆρυν ἀπέπνεεν ἐννέα Μουσέωνὁ πρέσβυς καθαρῶν γευσάμενος λιβάδων.ἦν ἄρα Δημοκρίτοιο γέλως τόδε, καὶ τάχα λέξει·“ οὐκ ἔλεγον γελόων, Πάντα πέλουσι γέλως;καὶ γὰρ ἐγὼ σοφίην μετʼ ἀπείρονα, καὶ στίχα βίβλωντοσσατίων, κεῖμαι νέρθε τάφοιο γέλως.”καὶ τίς ἔφυ σοφὸς ὧδε; τίς ἔργον ἔρεξε τοσοῦτον,ὅσσον ὁ παντοδαὴς ἤνυσε Δημόκριτος;ὃς θάνατον παρεόντα τρίʼ ἤματα δώμασιν ἔσχεν,καὶ θερμοῖς ἄρτων ἄσθμασιν ἐξένισεν.εἰ καὶ ἀμειδήτων νεκύων ὑπὸ γαῖαν ἀνάσσεις,Φερσεφόνη, ψυχὴν δέχνυσο Δημοκρίτουεὐμενέως γελόωσαν, ἐπεὶ καὶ σεῖο τεκοῦσανἀχνυμένην ἐπὶ. σοὶ μοῦνος ἔκαμψε γέλως.Πλούτων δέξο μάκαρ Δημόκριτον, ὥς κεν ἀνάσσωναἰὲν ἀμειδήτων καὶ γελόωντα λάχοις.σωφροσύνῃ προφέρων θνητῶν ἤθει τε δικαίῳἐνθάδε κεῖται ἀνὴρ θεῖος Ἀριστοκλέηςεἰ δέ τις ἐκ πάντων σοφίης μέγαν ἔσχεν ἔπαινον,οὗτος ἔχει πλεῖστον, καὶ φθόνον οὐ φέρεται.γαῖα μὲν ἐν κόλποις κρύπτει τόδε σῶμα Πλάτωνος,ψυχὴ δʼ ἀθάνατον τάξιν ἔχει μακάρωνυἱοῦ Ἀρίστωνος, τόν τις καὶ τηλόθι ναίωντιμᾷ ἀνὴρ ἀγαθός, θεῖον ἰδόντα βίον.αἰετέ, τίπτε βέβηκας ὑπὲρ τάφον ; ἢ τίνος, εἰπέ,ἀστερόεντα θεῶν οἶκον ἀποσκοπέεις;ψυχῆς εἰμι Πλάτωνος ἀποπταμένης ἐς Ὄλυμπονεἰκών· σῶμα δὲ γῆ γηγενὲς Ἀτθὶς ἔχει.τὸν κύνα Διογένη, νεκυοστόλε, δέξο με, πορθμεῦ,γυμνώσαντα βίου παντὸς ἐπισκύνιον.