ὃς μόνος ἐκ Θυρέας οὐκ ἐθέλησε μολεῖνπατρίδʼ ἐπὶ Σπάρταν, διὰ δὲ ξίφος ἤλασε πλευρᾶν,δοῦλα καταγράψας σκῦλα κατʼ Ἰναχιδᾶν;Θεύδοτε, κηδεμόνων μέγα δάκρυον, οἵ σε θανόντακώκυσαν, μέλεον πυρσὸν ἀναψάμενοι,αἰνόλινε, τρισάωρε· σὺ δʼ ἀντὶ γάμου τε καὶ ἥβηςκάλλιπες ἡδίστῃ ματρὶ γόους καὶ ἄχη.Εὐρύσορον περὶ σῆμα τὸ Φαιναρέτης ποτὲ κοῦραικέρσαντο ξανθοὺς Θεσσαλίδες πλοκάμους,πρωτοτόκον καὶ ἄποτμον ἀτυζόμεναι περὶ νύμφηνΛάρισσαν δὲ φίλην ἤκαχε καὶ τοκέας.τόλμα καὶ εἰς ἀίδαν καὶ ἐς οὐρανὸν ἄνδρα κομίζει,ἃ καὶ Σωσάνδρου παῖδʼ ἐπέβασε πυρᾶς,Δωρόθεον Φθίᾳ γὰρ ἐλεύθερον ἦμαρ ἰάλλωνἐρραίσθη Σηκῶν μεσσόθι καὶ Χιμέρας.μούναν σὺν τέκνοις νεκυοστόλε δέξο με πορθμεῦτὰν λάλον ἀρκεῖ σοι φόρτος ὁ Τανταλίδης·πληρώσει γαστὴρ μία σὸν σκάφος· εἴσιδε κούρουςκαὶ κούρας, Φοίβου σκῦλα καὶ Ἀρτέμιδος.αὐτά τοι, τρέσσαντι παρὰ χρέος, ὤπασεν ᾅδαν,βαψαμένα κοίλων ἐντὸς ἄρη λαγόνων,μάτηρ ἅ σ’ ἔτεκεν, Δαμάτριε· φᾶ δὲ σίδαρονπαιδὸς ἑοῦ φύρδαν μεστὸν ἔχουσα φόνου,ἀφριόεν κοναβηδὸν ἐπιπρίουσα γένειον,δερκομένα λοξαῖς, οἷα Λάκαινα, κόραις“ λεῖπε τὸν Εὐρώταν, ἴθι Τάρταρον· ἁνίκα δειλὰνοἶσθα φυγάν, τελέθεις οὔτʼ ἐμὸς οὔτε Λάκων.”ἔκ με γεωμορίης Ἐτεοκλέα πόντιος ἐλπὶςεἵλκυσεν, ὀθνείης ἔμπορον ἐργασίης·νῶτα δὲ Τυρσηνῆς ἐπάτευν ἁλός· ἀλλʼ ἅμα νηὶπρηνιχθεὶς κείνης ὕδασιν ἐγκατέδυν,ἀθρόον ἐμβρίσαντος ἀήματος. οὐκ ἄρʼ ἀλωὰςαὑτὸς ἐπιπνείει κεἰς ὀθόνας ἄνεμος.καὶ Διὶ καὶ Βρομίῳ με διάβροχον οὐ μέγʼ ὀλισθεῖν,καὶ μόνον ἐκ δοιῶν, καὶ βροτὸν ἐκ μακάρων.ἄνθρωπε, ζωῆς περιφείδεο, μηδὲ παρʼ ὥρηνναυτίλος ἴσθι· καὶ ὣς οὐ πολὺς ἀνδρὶ βίος.δείλαιε Κλεόνικε, σὺ δʼ εἰς λιπαρὴν Θάσον ἐλθεῖνἠπείγευ, Κοίλης ἔμπορος ἐκ Συρίης,ἔμπορος, ὦ Κλεόνικε· δύσιν δʼ ὑπὸ Πλειάδος αὐτὴν