δυομένου Βασιλὼ κάτθανε παρθενικὴαὐτοχερί· ζώειν γάρ, ἀδελφεὸν ἐν πυρὶ θεῖσα,οὐκ ἔτλη. δίδυμον δʼ οἶκος ἐσεῖδε κακὸνπατρὸς Ἀριστίπποιο· κατήφησεν δὲ Κυρήνηπᾶσα, τὸν εὔτεκνον χῆρον ἰδοῦσα δόμον.Ἀστακίδην τὸν Κρῆτα, τὸν αἰπόλον, ἥρπασε Νύμφηἐξ ὄρεος καὶ νῦν ἱερὸς Ἀστακίδης.οὐκέτι Δικταίῃσιν ὑπὸ δρυσίν, οὐκέτι Δάφνινποιμένες, Ἀστακίδην δʼ αἰὲν ἀεισόμεθα.δαίμονα τίς δʼ εὖ οἶδε τὸν Αὔριον, ἁνίκα καὶ σέ,Χάρμι, τὸν ὀφθαλμοῖς χθιζὸν ἐν ἁμετέροις,τᾷ ἑτέρᾳ κλαύσαντες ἐθάπτομεν; οὐδὲν ἐκείνουεἶδε πατὴρ Διοφῶν χρῆμʼ ἀνιαρότερον.ἢν δίζῃ Τίμαρχον ἐν Ἄϊδος, ὄφρα πύθηαιἤ τι περὶ ψυχῆς, ἢ πάλι πῶς ἔσεαι,δίζεσθαι φυλῆς Πτολεμαΐδος, υἱέα πατρὸςΠαυσανίου· δήεις δʼ αὐτὸν ἐν εὐσεβέων.Κύζικον ἢν ἔλθῃς, ὀλίγος πόνος Ἱππακὸν εὑρεῖνκαὶ Διδύμην ἀφανὴς οὔτι γάρ ἡ γενεή·καί σφιν ἀνιηρὸν μὲν ἐρεῖς ἔπος, ἔμπα δὲ λέξαιτοῦθʼ, ὅτι τὸν κείνων ὧδʼ ἐπέχω Κριτίην.Τιμονόη, τίς δʼ ἐσσί; μὰ δαίμονας, οὒ σ’ ἂν ἐπέγνων,εἰ μὴ Τιμοθέου πατρὸς ἐπῆν ὄνομαστήλῃ, καὶ Μήθυμνα τεὴ πόλις. ἦ μέγα φημὶχῆρον ἀνιᾶσθαι σὸν πόσιν Εὐθυμένη.οἵτινες Ἀλείοιο παρέρπετε σᾶμα Κίμωνοςἴστε τὸν Ἱππαίου παῖδα παρερχόμενοι.ἦ ῥʼ ὑπὸ σοὶ Χαρίδας ἀναπαύεται; εἰ τὸν Ἀρίμματοῦ Κυρηναίου παῖδα λέγεις, ὑπʼ ἐμοί.ὦ Χαρίδα, τί τὰ νέρθε; γ. πολὺς σκότος. αἱ δʼ ἄνοδοι τί;ψεῦδος. ὁ δὲ Πλούτων; μῦθος. ἀπωλόμεθα.οὗτος ἐμὸς λόγος ὔμμιν ἀληθινός· εἰ δὲ τὸν ἡδὺνβούλει, Πελλαίου βοῦς μέγας εἰν ἀίδῃ.ὅστις ἐμὸν παρὰ σῆμα φέρεις πόδα, Καλλιμάχου μεἴσθι Κυρηναίου παῖδά τε καὶ γενέτην.εἰδείης δʼ ἄμφω κεν ὁ μέν κοτε πατρίδος ὅπλωνἦρξεν· ὁ δʼ ἤεισεν κρέσσονα βασκανίης.οὐ νέμεσις· Μοῦσαι γὰρ ὅσους ἴδον ὄμματι παῖδαςμὴ λοξῷ πολιοὺς οὐκ ἀπέθεντο φίλους.Ζεῦ πάτερ, Ὀθρυάδα τίνα φέρτερον ἔδρακες ἄλλον,