χἤμισυ μὲν ναῦται, ψυχρὸν βάρος, ἐξ ἁλὸς ἡμῶνἤρανθʼ, ἥμισυ δὲ πρίστις ἀπεκλάσατο·ᾐόνι δʼ ἐν ταύτῃ κακὰ λείψανα Θάρσυος, ὦνερ,ἔκρυψαν πάτρην δʼ οὐ πάλιν ἱκόμεθα.ἄνθρωπʼ, οὐ Κροίσου λεύσσεις τάφον, ἀλλὰ γὰρ ἀνδρὸςχερνήτεω μικρὸς τύμβος, ἐμοὶ δʼ ἱκανός.οὐκ ἐπιδὼν νύμφεια λέχη κατέβην τὸν ἄφυκτονΓόργιππος ξανθῆς Φερσεφόνης θάλαμον.Παυσανίην ἰητρὸν ἐπώνυμον, Ἀγχίτεω υἱόν,τόνδʼ, Ἀσκληπιάδην, πατρὶς ἔθαψε Γέλα,ὃς πλείστους κρυεραῖσι μαραινομένους ὑπὸ νούσοιςφῶτας ἀπέστρεψεν Φερσεφόνης θαλάμων.σῆμα Θεόγνιδός εἰμι Σινωπέος, ᾧ μʼ ἐπέθηκενΓλαῦκος ἑταιρείης ἀντὶ πολυχρονίου.σῶμα μὲν ἀλλοδαπὴ κεύθει κόνις· ἐν δέ σε πόντῳ,Κλείσθενες, Εὐξείνῳ μοῖρʼ ἔκιχεν θανάτουπλαζόμενον γλυκεροῦ δὲ μελίφρονος οἴκαδε νόστουἤμπλακες, οὐδʼ ἵκευ Χῖον ἐπʼ ἀμφιρύτην.σῆμα καταφθιμένοιο Μεγακλέος εὖτʼ ἂν ἴδωμαι,οἰκτείρω σε, τάλαν Καλλία, οἷʼ ἔπαθες.τῶνδε διʼἀνθρώπων ἀρετὰν οὐχ ἵκετο καπνὸςαἰθέρα δαιομένης εὐρυχόρου Τεγέας,οἳ βούλοντο πόλιν μὲν ἐλευθερίᾳ τεθαλυῖανπαισὶ λιπεῖν, αὐτοὶ δʼ ἐν προμάχοισι θανεῖν.φῆ ποτε Πρωτόμαχος, πατρὸς περὶ χεῖρας ἔχοντος,ἡνίκʼ ἀφʼ ἱμερτὴν ἔπνεεν ἡλικίην“ὦ, Τιμηνορίδη, παιδὸς φίλου οὔ ποτε λήξειςοὔτʼ ἀρετὴν ποθέων οὔτε σαοφροσύνην.”αἰδὼς καὶ Κλεόδημον ἐπὶ προχοῇσι Θεαίρουἀενάου στονόεντʼ ἤγαγεν εἰς θάνατον,Θρηικίῳ κύρσαντα λόχῳ· πατρὸς δὲ κλεεννὸνΔιφίλου αἰχμητὴς υἱὸς ἔθηκʼ ὄνομα.αἰαῖ, νοῦσε βαρεῖα· τί δὴ ψυχαῖσι μεγαίρειςἀνθρώπων ἐρατῇ πὰρ νεότητι μένειν ;ἣ καὶ Τίμαρχον γλυκερῆς αἰῶνος ἄμερσαςἠίθεον, πρὶν ἰδεῖν κουριδίην ἄλοχον.οἱ μὲν ἐμὲ κτείναντες ὁμοίων ἀντιτύχοιεν,Ζεῦ Ξένιʼ οἱ δʼ ὑπὸ γᾶν θέντες ὄναιντο βίου,Ἠῷοι Μελάνιππον ἐθάπτομεν, ἠελίου δὲ