εἰπεῖν πατρὶ Μένωνι, παρʼ Ἰκαρίαις ὅτι πέτραιςκεῖται, ἐν Αἰγαίῳ θυμὸν ἀφεὶς πελάγει.ὦ παρʼ ἐμὸν στείχων κενὸν ἠρίον, εἶπον, ὁδῖτα,εἰς Χίον εὖτʼ ἂν ἵκῃ, πατρὶ Μελησαγόρῃ,ὡς ἐμὲ μὲν καὶ νῆα καὶ ἐμπορίην κακὸς Εὖροςὤλεσεν, Εὐίππου δʼ αὐτὸ λέλειπτʼ ὄνομα.Εὔρου χειμέριαί σε καταιγίδες ἐξεκύλισαν,Φίλλι, πολυκλύστῳ γυμνὸν ἐπʼ ἠιόνι,οἰνηρῆς Λέσβοιο παρὰ σφυρὸν αἰγίλιπος δέπέτρου ἁλιβρέκτῳ κεῖσαι ὑπὸ πρόποδι.ἠρίον εἰμὶ Βίτωνος, ὁδοιπόρε· εἰ δὲ Τορώνηνλείπων εἰς † αὐτὴν ἔρχεαι Ἀμφίπολιν,εἰπεῖν Νικαγόρᾳ, παίδων ὅτι τὸν μόνον αὐτῷΣτρυμονίης ἐρίφων ὤλεσε πανδυσίῃ.ἀρχαίης ὦ θινὸς ἐπεστηλωμένον ἄχθος,εἴποις ὅντινʼ ἔχεις, ἢ τίνος, ἢ ποδαπόν.Φίντωνʼ Ἑρμιονῆα Βαθυκλέος, ὃν πολὺ κῦμαὤλεσεν, Ἀρκτούρου λαίλαπι χρησάμενον.Πάρμις ὁ Καλλιγνώτου ἐπακταῖος καλαμευτής,ἄκρος καὶ κίχλης καὶ σκάρου ἰχθυβολεύς,καὶ λάβρου πέρκης δελεάρπαγος, ὅσσα τε κοίλαςσήραγγας πέτρας τʼ ἐμβυθίους νέμεται,ἄγρης ἐκ πρώτης ποτʼ ἰουλίδα πετρήεσσανδακνάζων, ὀλοὴν ἐξ ἁλὸς ἀράμενος,ἔφθιτʼ ὀλισθηρὴ γὰρ ὑπʼ ἐκ χερὸς ἀίξασαᾤχετʼ ἐπὶ στεινὸν παλλομένη φάρυγα.χὠ μὲν μηρίνθων καὶ δούνακος ἀγκίστρων τεἐγγὺς ἀπὸ πνοιὴν ἧκε κυλινδόμενος,νήματʼ ἀναπλήσας ἐπιμοίρια· τοῦ δὲ θανόντοςΓρίπων ὁ γριπεὺς τοῦτον ἔχωσε τάφον.τῷ γριπεῖ Πελάγωνι πατὴρ ἐπέθηκε Μενίσκοςκύρτον καὶ κώπαν, μνᾶμα κακοζοΐας.κἠν γῇ καὶ πόντῳ κεκρύμμεθα· τοῦτο περισσὸνἐκ Μοιρέων Θάρσυς Χαρμίδου ἠνύσατο.ἦ γὰρ ἐπʼ ἀγκύρης ἔνοχον βάρος εἰς ἅλα δύνων,Ἰόνιὸν θʼ ὑγρὸν κῦμα κατερχόμενος,τὴν μὲν ἔσωσ’, αὐτὸς δὲ μετάτροπος ἐκ βυθοῦ ἔρρωνἤδη καὶ ναύταις χεῖρας ὀρεγνύμενος,ἐβρώθην τοῖόν μοι ἐπʼ ἄγριον εὖ μέγα κῆτοςἦλθεν, ἀπέβροξεν δʼ ἄχρις ἐπʼ ὀμφαλίου.