οὐ νούσῳ Ῥοδόπα τε καὶ ἁ γενέτειρα Βοΐσκαοὐδʼ ὑπὸ δυσμενέων δούρατι κεκλίμεθαἀλλʼ αὐταί, πάτρας ὁπότʼ ἔφλεγεν ἄστυ Κορίνθουγοργὸς Ἄρης, ἀίδαν ἄλκιμον εἱλόμεθα.ἔκτανε γὰρ μάτηρ με διασφακτῆρι σιδάρῳ,οὐδʼ ἰδίου φειδὼ δύσμορος ἔσχε βίου,ἇψε δʼ ἐναυχενίῳ δειρὰν βρόχῳ· ἦς γὰρ ἀμείνωνδουλοσύνας ἁμῖν πότμος ἐλευθέριος.ἐν πόντῳ Σώδαμος ὁ Κρὴς θάνεν, ᾧ φίλα, Νηρεῦ,δίκτυα καὶ τὸ σὸν ἦν κεῖνο σύνηθες ὕδωρ,ἰχθυβολεὺς ὁ περισσὸς ἐν ἀνδράσιν. ἀλλὰ θάλασσαοὔ τι διακρίνει χείματος οὐδʼ ἁλιεῖς.στυγνὸς ἐπʼ Ἀρκτούρῳ ναύταις πλόος· ἐκ δὲ Βορείηςλαίλαπος Ἀσπάσιος πικρὸν ἔτευξα μόρον,οὗ στείχεις παρὰ τύμβον, ὁδοιπόρε· σῶμα δὲ πόντοςἔκρυψʼ Αἰγαίῳ ῥαινόμενον πελάγει.ἠϊθέων δακρυτὸς ἅπας μόρος· ἐν δὲ θαλάσσῃπλεῖστα πολυκλαύτου κήδεα ναυτιλίης.ἠερίη Γεράνεια, κακὸν λέπας, ὤφελεν Ἴστροντῆλε καὶ ἐκ Σκυθέων μακρὸν ὁρᾶν Τάναϊν,μηδὲ πέλας ναίειν Σκειρωνικὸν οἶδμα θαλάσσης,ἄγκεα νιφομένης ἀμφὶ Μεθουριάδος.νῦν δʼ ὁ μὲν ἐν πόντῳ κρυερὸς νέκυς· οἱ δὲ βαρεῖανναυτιλίην κενεοὶ τῇδε βοῶσι τάφοι.καί ποτε Θυμώδης, τὰ παρʼ ἐλπίδα κήδεα κλαίων,παιδὶ Λύκῳ κενεὸν τοῦτον ἔχευε τάφονοὐδὲ γὰρ ὀθνείην ἔλαχεν κόνιν, ἀλλά τις ἀκτὴΘυνιὰς ἢ νήσων ποντιάδων τις ἔχει·ἔνθʼ ὅγε που πάντων κτερέων ἄτερ ὀστέα φαίνειγυμνὸς ἐπʼ ἀξείνου κείμενος αἰγιαλοῦ.Δᾶμις ὁ Νυσαιεὺς ἐλαχὺ σκάφος ἔκ ποτε πόντουἸονίου ποτὶ γᾶν ναυστολέων Πέλοπος,φορτίδα μὲν καὶ πάντα νεὼς ἐπιβήτορα λαόν,κύματι καὶ συρμῷ πλαζομένους ἀνέμων,ἀσκηθεῖς ἐσάωσε· καθιεμένης δʼ ἐπὶ πέτραιςἀγκύρης, ψυχρῶν κάτθανεν ἐκ νιφάδωνἠμύσας ὁ πρέσβυς. ἴδʼ ὡς λιμένα γλυκὺν ἄλλοιςδούς, ξένε, τὸν Λήθης αὐτὸς ἔδυ λιμένα.ναυτίλοι ὦ πλώοντες, ὁ Κυμηναῖος Ἀρίστωνπάντας ὑπὲρ Ξενίου λίσσεται ὔμμε Διός,