πέντε κόρας καὶ πέντε Βιὼ Διδύμωνι τεκοῦσαἄρσενας, οὐδὲ μιᾶς οὐδʼ ἑνὸς ὠνάσατο·ἣ μέγʼ ἀρίστη ἐοῦσα καὶ εὔτεκνος οὐχ ὑπὸ παίδων,ὀθνείαις δʼ ἐτάφη χερσὶ θανοῦσα Βιώ.Βάλλεθʼ ὑπὲρ τύμβου πολιὰ κρίνα, καὶ τὰ συνήθητύμπανʼ ἐπὶ στήλῃ ῥήσσετʼ Ἀλεξιμένευς,καὶ περιδινήσασθε μακρῆς ἀνελίγματα χαίτηςΣτρυμονίην ἄφετοι θυιάδες ἀμφὶ πόλιν,ἣ γλυκερὰ πνεύσαντος ἐφʼ ὑμετέροισιν † ἀδάπταιςπολλάκι πρὸς μαλακοὺς τοῦδʼ ἐχόρευε νόμους.πολλάκι τῷδʼ ὀλοφυδνὰ κόρας ἐπὶ σάματι Κλείναμάτηρ ὠκύμορον παῖδʼ ἐβόασε φίλαν,ψυχὰν ἀγκαλέουσα Φιλαινίδος, ἃ πρὸ γάμοιοχλωρὸν ὑπὲρ ποταμοῦ χεῦμʼ Ἀχέροντος ἔβα.ὤλεο δὴ πρὸ γάμοιο, Φιλαίνιον, οὐδέ σε μάτηρΠυθιὰς ὡραίους ἤγαγεν εἰς θαλάμουςνυμφίου· ἀλλʼ ἐλεεινὰ καταδρύψασα παρειὰςτεσσαρακαιδεκέτιν τῷδʼ ἐκάλυψε τάφῳ.αἰαῖ Ἀριστοκράτεια, σὺ μὲν βαθὺν εἰς Ἀχέρονταοἴχεαι ὡραίου κεκλιμένα πρὸ γάμου·ματρὶ δὲ δάκρυα σᾷ καταλείπεται, ἅ σ’ ἐπὶ τύμβῳπολλάκι κεκλιμένα κωκύει ἐκ † κεφαλᾶς.Τιμάδος ἅδε κόνις, τὰν δὴ πρὸ γάμοιο θανοῦσανδέξατο Φερσεφόνας κυάνεος θάλαμος,ἇς καὶ ἀποφθιμένας πᾶσαι νεοθᾶγι σιδάρῳἅλικες ἱμερτὰν κρατὸς ἔθεντο κόμαν.παρθένον Ἀντιβίαν κατοδύρομαι, ἇς ἐπὶ πολλοὶνυμφίοι ἱέμενοι πατρὸς ἵκοντο δόμον,κάλλευς καὶ πινυτᾶτος ἀνὰ κλέος· ἀλλʼ ἐπὶ πάντωνἐλπίδας οὐλομένα Μοῖρʼ ἐκύλισε πρόσω.αἰαῖ παρθενίας ὀλοόφρονος, ἇς ἄπο φαιδρὰνἔκλασας ἁλικίαν, ἱμερόεσσα Κλεοῖ·καδδέ σ’ ἀμυξάμεναι περιδάκρυες αἵδʼ ἐπὶ τύμβῳλᾶες Σειρήνων ἕσταμες εἰδάλιμοι.Ὠχόμεθʼ, ὦ Μίλητε, φίλη πατρί, τῶν ἀθεμίστωντὰν ἄνομον Γαλατᾶν κύπριν ἀναινόμεναι,παρθενικαὶ τρισσαὶ πολιήτιδες, ἃς ὁ βιατὰςΚελτῶν εἰς ταύτην μοῖραν ἔτρεψεν Ἄρης.οὐ γὰρ ἐμείναμεν ἅμμα τὸ δυσσεβὲς οὐδʼ Ὑμέναιοννυμφίον, ἀλλʼ Ἀίδην κηδεμόνʼ εὑρόμεθα.